[ ] Delos — 153/2 BC
1 ἐπὶ Φαιδρίου ἄρχοντος, Ἐλαφηβολιῶνος ὀγδόει, ἐκκλησί-
α ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· Διονύσιος Διονυσίου
                ἀρχιθιασίτης εἶπεν·
ἐπειδὴ Πάτρων Δωροθέου τῶν ἐκ τῆς συνόδου, ἐπελθὼν
5 ἐπὶ τὴν ἐκκλησίαν καὶ ἀνανεωσάμενος τὴν ὑπάρχου-
σαν αὐτῶι εὔνοιαν εἰς τὴν σύν[ο]δον, καὶ ὅτι πολλὰς χρείας
παρείσχηται ἀπροφασίστως, διατελεῖ δὲ διὰ παντὸς κο[ι]-
νεῖ τε τεῖ συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α]
καὶ κατ’ ἰ<δί>αν εὔνους ὑπάρχων ἑκάστωι τῶν πλοιζομέ[νων]
10 ἐμπόρων καὶ ναυκλήρων, νῦν [δ’ ἔτι] μᾶλλον ἐπ<η>υξημέ-
νης αὐτῆς μετὰ τῆς τῶν θεῶν εὐνοίας παρεκάλεσεν τὸ
κοινὸν ἐξαποστεῖλαι πρεσβείαν πρὸς τὸν δῆμον τὸν Ἀθη-
ναίων ὅπως δοθῇ αὐτοῖς τόπος ἐν ὧι κατασκευάσουσιν τέ-
μενος Ἡρακλέους τοῦ πλείστων [ἀγαθ]ῶν παραιτίου γ[ε]-
15 γονότος τοῖς ἀνθρώποις, ἀρχηγοῦ δὲ τῆς πατρίδος ὑπά[ρ]-
χοντος· αἱρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ
τὸν δῆμον τὸν Ἀθηναίων, προθύμως ἀναδεξάμενος ἔ-
πλευσεν δαπανῶν ἐκ τῶν ἰδίων ἐμφανίσας τε τὴν
τῆς συνόδου πρὸς τὸν δῆμον εὔνοιαν παρεκάλεσεν
20 αὐτὸν καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπετελέσατο
τὴν τῶν θιασιτῶν βούλησιν καὶ τὴν τῶν θεῶν τιμὴν <συνηύξησεν>
καθάπερ ἥρμοττεν αὐτῶι· πεφιλανθρωπηκὼς δὲ
καὶ πλείονας ἐν τοῖς ἁρμόζουσιν καιροῖς, εἴρηκεν
δὲ καὶ ὑπὲρ τῆς συνόδου ἐν τῶι ἀναγκαιοτάτωι
25 καιρῶι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι-
μίας καὶ ἐδέξατό τε τὸν θίασον ἐφ’ ἡμέρας δύο ὑπὲρ
τοῦ ὑοῦ· 〚ΙΝ〛 ἵνα οὖν καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαρά-
κλητον ἑαυτὸν παρασκευάζηι καὶ ἡ σύνοδος φαί-
νηται φροντίζουσα τῶν διακειμένων ἀνδρῶν εἰς ἑαυ-
30 τὴν εὐνοικῶς καὶ ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς
εὐεργέταις καὶ ἕτεροι πλείονες τῶν ἐκ τῆς τοῖς συνό-
δου διὰ τὴν εἰς τοῦτον εὐχαριστίαν ζηλωταὶ γί-
νωνται καὶ παραμιλλῶνται φιλοτιμούμενοι
περιποιεῖν τι τεῖ συνόδωι· ἀγαθεῖ τύχει·
35 δεδόχθαι τῶι κοινῶι τῶν Τυρίων Ἡρακλειστῶν
ἐμπόρων καὶ ναυκλήρων ἐπαινέσαι Πάτρωνα Δω-
ροθέου καὶ στεφανῶσαι αὐτὸν κατ’ ἐνιαυτὸν χρυ-
σῶι στεφάνωι ἐν ταῖς συντε[λου]μέναις θυσίαις
τῶι Ποσειδῶνι ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθί-
40 ας ἧς ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν Τυρί-
ων ἐμπόρων καὶ ναυκλήρων· ἀναθεῖναι δὲ αὐ-
τοῦ καὶ εἰκόνα γραπτὴν ἐν τῶι τεμένει τοῦ
Ἡρακλέους καὶ ἀλλαχῆ οὗ ἂν αὐτὸς βούληται· ἔσ-
τω δὲ ἀσύμβολος καὶ ἀλειτούργητος ἐν ταῖς
45 γινομέναις συνόδοις πάσαις· ἐπιμελὲς δὲ ἔστω
τοῖς καθισταμένοις ἀρχιθιασίταις καὶ ταμίαις
καὶ τῶι γραμματεῖ ὅπως ἐν ταῖς γινομέναις θυ-
σίαις καὶ συνόδοις ἀναγορεύηται κατὰ ταύτην
τὴν ἀναγόρευσιν· ἡ σύνοδος τῶν Τυρίων ἐμπό-
50 ρων καὶ ναυκλήρων στεφανοῖ Πάτρωνα Δωροθέου
εὐεργέτην. ἀναγραψάτωσαν δὲ τόδε τὸ ψή-
φισμα εἰς στήλην λιθίνην καὶ στησάτωσαν ἐν
τῶν τεμένει τοῦ Ἡρακλέους· τὸ δὲ ἐσόμενον ἀνάλωμ[α]
εἰς ταῦτα μερισάτω ὁ ταμίας καὶ ὁ ἀρχιθιασίτης.
55              ἐπὶ ἀρχιθιασίτου
          Διονυσίου τοῦ Διονυσίου,
             ἱερατεύοντος δὲ
          Πάτρωνος τοῦ Δωροθέου.
cr 1.59    ὁ δῆμος
60 Ἀθηναίων.
cr 2.61                                        ἡ σύνοδος
                                       τῶν Τυρίων
                                        ἐμπόρων
                                     καὶ ναυκλήρων.
Search Help
Contact Us