ID 1514
[ ] Delos — ca. 116/5 BC
1 ἀγαθαῖ τύχαι· ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν
σὺν Κύδαντι [τ]ῷ Κύδαντος, μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν
σὺν Διοκλεῖ τῷ Ἡρώδα, μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη-
λεμάχῳ τῷ Γνώμιος, μηνὸ[ς] Α․․․νίω, πρειγευσάντων Κνωσίων
5 τᾶς πόλεος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί-
ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς
διαφορὰν καὶ ἀμειξίαν {ς} ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων
πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν. vac.
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθὼς παρακα-
10 λίοντι Κνώσιοι· καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ
πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν-
τος κοσμιῶντι ἐν δεκαμήνω̣ι̣ ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν·
τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α]
καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί-
15 πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν-
γραφήτω τὰ εὐδοκημένα κα#⁷․․#⁷εντα Κνωσοῖ μὲν ἐν τ[ῶ]ι
ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος
[τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ]
[Ὀλόντ]ι ἐν τῶι ἱαρῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω vac. ἐν δὲ [Δ][λωι]
20 [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· vac. δόν̣[των] δὲ Λάτιοι [καὶ Ὀλόν]-
[τιοι τούτω τῶ ἐνγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι]
[καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐνγρό]φω ἐ[ς Δᾶλον ἀποστη]-
[λάντων — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us