ID 1506
[ ] Delos — 145/4 or 144/3 BC
1 ἐπὶ Μητροφάνου ἄρχοντος, Σκιροφοριῶνος
πέμπτει ἐπὶ δέκα, βουλὴ ἐν τῶι ἐκκλησιαστ[η]-
ρίωι· Διόφαντος Ἑκαταίου Ἕρμε[ιο]ς εἶπ[εν]·
ἐπειδὴ Ἀρίστων Ἀκρισίου Φωκαιεὺς [ποι]-
5 ητὴς ἐπῶν ὑπάρχων ἐν τεῖ τοῦ παι[δὸς]
ἡλικίαι, παραγενόμενος εἰς τὴν ν[ῆσον],
ἐποιήσατο καὶ πλείο[νας ἀ]κροάσεις [ἔν τε]
τῶι ἐ<κ>κλ[η]σιαστηρίωι καὶ ἐν τῶι θεάτ[ρωι, ἀνά]-
γ̣νοὺς τὰ [π]επραγματευμένα ἐ̣[γκώμια καὶ]
10 [ὕ]μνησεν τόν τε ἀρχηγέτην Ἀπόλλ[ωνα καὶ]
[τ]οὺς ἄλλους θεοὺς τοὺς κατέχον[τας τὴν]
[ν]ῆσον κ[αὶ] τὸν δῆμον τὸν Ἀθηνα[ίων — —]
                      —Π̣ΛΩ̣Σ̣—
Search Help
Contact Us