[ ] Delos — 146/5 or 145/4 BC
1 ․․․․ΛΛΙ —
․․εις ἑαυτῶν Ι․․ΝΤ[— — — καὶ τὴν θυσίαν ἔθυσαν ἐν τεῖ πομπεῖ τοῦ Ἀπόλ]-
λωνος καὶ καλλιερή[σαντες ἔνειμαν τὰ κρέα τοῖς τε Ἀθηναίοις καὶ τοῖς φί]-
λοις καὶ συμμάχοις τοῦ [δήμου — — — — — — — — — — — — — — — — — — — — καὶ]
5 ἴσους καὶ δικαίους ἑαυτοὺς [παρέσχον — — — — — — — — — — — — — — — ἀξίως]
τοῦ τε δήμου τοῦ Ἀθηναίων [καὶ — — — — — — — — — — — — — — — — —, τούς]
τε λόγους πάντων τῶν χειρι[σθέ]ν[των ὑφ’ ἑαυτῶν ἐν τῶι τῆς ἀρχῆς χρόνωι]
κατεβάλοντο εἰς τὸ Μητρῶιον ἀκολούθ[ως τοῖς νόμοις, ἔδωκαν δὲ καὶ τὰς εὐ]-
θύνας ἐν τῶι μερισθέντι δικαστηρίωι κα[τὰ τὸν νόμον· ἵνα οὖν καὶ Ἀθη]-
10 ναίων οἱ κατοικοῦντες ἐν Δήλωι φαίνωντ[αι τιμῶντες τοὺς ἀγαθοὺς]
τῶν ἀνδρῶν καὶ ἀκόλουθα πράττοντες τοῖς ὑφ’ ἑαυ[τῶν ἐψηφισμένοις? εὑ]-
ρίσκωνται· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντ[ας προέδρους]
εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμη[ν δὲ ξυμβάλ]-
λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέ[σαι τοὺς]
15 ἀγορανομήσαντας εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτὸν ․․․․․․
Ἁγνοῦσιον, Σωτῆρα Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκαστον αὐ[τῶν]
δάφνης στεφάνωι τῶι τοῦ θεοῦ ἐπὶ τῶι πάντα τὰ κατὰ τ[ὴν ἀρ]-
χὴν διεξηχέναι ἴσως καὶ δικαίως καὶ ἀδωροδοκήτως· ἀναγορ[εῦ]-
σαι δὲ τὸν στέφανον τοῦτον ἐν τῶι θεάτρωι ἐν τοῖς κατ’ ἐνια[υ]-
20 τὸν συντελουμένοις Διονυσίοις· ἐπιμεληθῆναι δὲ
τῆς ἀναγορεύσεως τὸν ἱερέα τοῦ Διονύσου· ἑλέσθαι δὲ τὸν
δῆμον ἤδη πρέσβεις πέντε ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων
οἵτινες ἀφικόμενοι εἰς Ἀθήνας καὶ ἀποδόντες τόδε τ[ὸ]
ψήφισμα παρακαλέσουσιν τήν τε βουλὴν καὶ τὸν δῆ-
25 μον τὸν Ἀθηναίων ἐπιχωρῆσαι ἑαυτοῖς τὰς ἐψηφισμέν[ας]
τιμὰς ἵνα, τούτων συντελεσθέντων, Ἀθηναίων τε οἱ
κατοικοῦντες ἐν Δήλωι φαίνωνται τὰς ἐπιβαλλού-
σας ἑαυτοῖς τιμὰς ἀποδιδόντες τοῖς ἀξίοις τῶν
ἀνδρῶν, οἵ τε τῶν ἀρχείων τυγχάνοντες ζηλωτα[ὶ]
30 γίνωνται ἐφαμίλλου τῆς τιμῆς αὐτοῖς παρὰ τῶν πο-
λιτῶν τιθεμένης· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν
γραμματέα τοῦ ἐπιμελητοῦ Μνησίφιλον εἰς στήλην
λιθίνην καὶ στῆσαι ἀκολούθως τοῖς ἄρξασιν τὸν ἐπὶ
Λυσιάδου ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τὸν
35 γραμματέα Διογείτονα Διογνήτου Ῥαμνούσιον καὶ
στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν
καὶ δικαιοσύνης· πρέσβεις οἵδε κεχειροτόνηνται·
Ἀνθεστήριος ἐγ Μ[υρ]ρινούττης, Πολύξενος Παιανιεύς,
Λυκομήδης Ἀλωπεκῆθεν, Θεοκλῆς Παιανιεύς,
40 [Βι]οτέλης Ῥαμνούσιος.
ἐπὶ Ἐπικράτου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος ἑνδεκάτης
πρυτανείας, Θαργελιῶνος [δ]ευτέραι μετ’ εἰκάδας, ἐνάτει καὶ
[ε]ἰκοστεῖ τῆς πρυτανείας, [ἐκκλη]σία ἐμ Πειραεῖ, Περι[γ]έ-
νης Θαλησιγένου Τρικορύσιος εἶπεν· ἐπειδὴ Ἀθηναίων
45 οἱ κατοικοῦντες ἐν Δήλωι ψήφισμα καὶ πρεσβευτὰς ἀποστεί-
λαντες παρακαλοῦσιν τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιχωρ[ῆ]-
[σαι] ἑ̣αυτοῖς τὰς ἐψηφισμένας τιμὰς τοῖς ἀγορανόμοις τοῖς χειρ[ο]-
[τ]ονηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἀγαθεῖ τύ-
χει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς
50 [τὴ]ν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων,
[γνώμ]ην δὲ ξυμβάλλεσθαι [τῆς β]ουλ[ῆς] εἰς τὸν δῆμον ὅτι δο-
κεῖ τεῖ βουλεῖ ἐπικεχωρῆσθαι Ἀθηναίων τοῖς κατοικοῦσιν ἐν Δήλωι τὰ[ς]
ἐψηφισμένας τιμὰς ὑφ’ ἑαυτῶν τοῖς ἀγορανόμοις τοῖς χειροτο-
νηθεῖσιν εἰς τὸν ἐπὶ Ἄρχοντος ἄρχοντος ἐνιαυτόν· ἐπαινέσαι δὲ καὶ τοὺς
55 παραγεγονότας παρ’ αὐτῶν πρεσβευτὰς Ἀνθεστήριον ἐγ Μυρρινούττης,
Πολύξενον Παιανιέα, Λυκομήδην Ἀλωπεκῆθεν, Θεοκλῆν Παιανιέα,
*BIOTE/LHN *(RAMNOU/SION KAI\ STEFANW=SAI E(/KASTON AU)TW=N QALLOU= STEFA/[NWI].
cr 1.57a laurel crown
58 ἡ βουλή,
ὁ δῆμος.
cr 2.57a                        laurel crown
58                           ἡ βουλή,
                          ὁ δῆμος.
cr 3.57a                                             laurel crown
58                                               ἡ βουλή,
                                              ὁ δῆμος.
Search Help
Contact Us