[ ] Delos — 153/2 BC
— — — — — — — — — — — — — — — — —
1 [— — — Φι]λοκλῆ[ς Λυκ]ίσκου [τη]-
εὺς εἶπεν· ἐπ]ειδὴ οἱ ἱερεῖς οἱ ἐν Δήλωι οἱ
[ἐπὶ Φαιδρίου ἄρχ]οντος τάς τε θυσίας ἔθυ-
[σαν τὰς καθηκ]ούσας ἁπάσας ὑπέρ τε τῆς
5 [βουλῆς καὶ τ]οῦ δήμου τοῦ Ἀθηναίων καὶ
[παίδων] καὶ γυναικῶν καὶ τοῦ δήμου τοῦ Ῥω-
[μ]αίων καὶ τῶν κατοικούντων Ἀθηναίων
[τ]ῶν ἐν Δήλωι καὶ ἐν ταύταις κεκαλλιερ[η]-
[κ]έναι αὑτούς, ἀνεστράφησαν δὲ καὶ ἐν τοῖς
10 [ἄλ]λοις τοῖς κατὰ τὴν ἀρχὴν καλῶς καὶ εὐσχημό-
νως· vac. ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν
[ἐ]κκλησίαν χρηματίσαι περὶ τούτων, γνώ-
[μ]ην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ-
15 μον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τοὺ[ς]
ἱερεῖς τοὺς ἐν Δήλωι τοὺς ἐπὶ Φαιδρίου ἄρχον-
τος vac. Δρά[κ]οντα Φλυέα, Γοργίαν
Ἰωνίδην, Λήναιον Ἕρμειον, Σαραπίωνα
Παμβωτάδην, Ἡρακλείδην Παμβωτάδην,
20 Πρωτογένην Παιανιέα, Λεόντιχον Δεκε-
λέα, Στράτωνα Κηφισιέα, Πυλάδην Περι-
θοίδην, vac. καὶ στεφανῶσαι ἕκαστον
αὐτῶν δάφνης στεφάνωι εὐσε[βείας ἕ]νεκα
τῆς πρὸς τοὺς θεοὺς καὶ — — — — — — — —
Search Help
Contact Us