| frg. a.1 | [θε]ο[ί]. |
| [ἐπὶ Τυχάνδρου ἄρχοντ]ος, ἐπὶ τῆς Οἰνεΐδο̣ς ἐνάτης {π} | |
| [πρυτανείας ἧι Σωσιγέ]ν̣ης Μενεκράτου Μαραθώνιος ἐγραμ- | |
| [μάτευεν, Ἐλαφηβολιῶνο]ς τετράδι ἱσταμένου, ἐνάτει καὶ | |
| 5 | [δεκάτει τῆς πρυτανεί]ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· |
| [ vac.? τῶν προέδρων] ἐπεψήφισεν Ἀκταῖος Σίμωνος Ἀ- | |
| [θμονεὺς καὶ συμπρόεδροι· ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| — — — — — — — — — — — — — — ν εἶπεν· ἐπειδὴ τῶν προγόνων τ[οῦ] | |
| [βασιλέως Φαρνάκου φίλων] ὑπαρχόντων τοῦ δήμου τοῦ Ἀ[θηναί]- | |
| 10 | [ων — — — — — — — — — — — —]ι τὰ προγεγονότα φιλ̣[άνθρωπα — —] |
| — — — — — — — — — — — — — — ν τε τὸν βασιλέα Ι — — — — — — — | |
| [— — — — — — — — — — — — ψήφ]ισμα ἀπο[δοῦναι — — — — — — — ] | |
| —ΜΒ— | |
| several lines apparently missing | |
| frg. b.1 | [οὐ μόνον πάντα τὰ καθυστεροῦντα χρήματα ἐ]πηγγείλατο [ἀποδώ]- |
| [σειν, ἀλλὰ τὸ μὲν τρίτον μέρος? παραχρ]ῆμα, ἔδωκεν τοῖς πρεσβευταῖς, | |
| [τὰ δὲ λοιπὰ κατ’] ὀλίγον ωἰήθη δεῖν παραλαμβάνειν, καὶ πάλιν τ[ὰ] | |
| [γενόμενα? το]ῖς ἐλθοῦσιν συνέθηκεν καίπερ οὐκ εὐκαιρῶν, ἀλλὰ | |
| 5 | [καὶ το]ὺς ἄλλους παρηιτημένος διὰ τὸ μήπω καθεστηκέναι τὰ πρά- |
| [γμ]ατα, ἐπήγγελται δὲ καὶ εἰς τὸ λοιπὸν ἐξαποστελεῖν κατὰ τὰ ὡμο- | |
| λογημένα πρότερον· ἀγαθεῖ τύχει· δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόν- | |
| τας προέδρους ε[ἰς τὴν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- | |
| των, γνώμην δὲ [ξυμβάλ]λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ | |
| 10 | τεῖ βουλεῖ· ἐπαιν[έσαι μὲν] τὸν βασιλέα Φαρνάκην καὶ στεφανῶσαι χρυ- |
| σῶι στεφάνωι ἀρισ[τε]ίωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν στέφα- | |
| νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι | |
| καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς | |
| ἀγῶσιν· ἐπεὶ δὲ καὶ προσήγγελται τὴν βασίλισσαν Νῦσαν βασιλέ- | |
| 15 | ως Ἀντιόχου θυγατέρα συνωικηκέναι τῶι βασιλεῖ Φαρνάκει̣, καθῆκον |
| δ’ ἐστὶν Ἀθηναίοις μεμνημένους ἐπ’ ἀγαθῶι καὶ τιμῶντας φαίνεσθαι | |
| τοὺς εὐεργέτας τοῦ δήμου καὶ τοὺς ἐξ εὐεργετῶν γεγονότας· ἐπαινέσαι | |
| τὴν βασίλισσαν Νῦσαν βασιλέως Ἀντιόχου καὶ βασιλίσσης Λαοδί- | |
| κης καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀναγορεῦ- | |
| 20 | σαι καὶ τοῦτον τὸν στέφανον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν |
| τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων | |
| τοῖς γυμνικοῖς ἀγῶσιν· στῆσαι δὲ τοῦ βασιλέως Φαρνάκου καὶ τῆς βα- | |
| σιλίσσης Νύσης ἑκατέρου εἰκόνα χαλκῆν καὶ ἀναθεῖναι ἐν Δή- | |
| λωι· τῆς δὲ ἀναγορεύσεως τῶν στεφάνων καὶ τῶν εἰκόνων ἐπιμελη- | |
| 25 | θῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· χειρο- |
| τονῆσαι δὲ τὸν δῆμον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι- | |
| νες ἐπιμελήσονται τῆς κατασκευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκό- | |
| νων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτα- | |
| νείαν ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὰς εἰκόνας· εἰς δὲ τὴν ἀ[να]- | |
| 30 | γραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης τὸ γενόμενον ἀνάλωμα μ[ερίσαι] |
| τὸν ταμίαν τῶν στρατιωτικῶν· ὅπως δ’ ἂν καὶ νῦν καθήκοντος τοῦ καιροῦ | |
| πενφθεῖ ὁ ἀποκομιῶν τὰ ἐπιβάλλοντα δοθῆναι ἀκολούθως τεῖ [τ]οῦ βασιλέ- | |
| ως αἱρέσει καὶ τοῖς γεγονόσιν ὑπ’ αὐτοῦ προστάγμασιν, χειροτονῆσαι | |
| τὸν δῆμον ἤδη ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων ὅστις ἀφικόμενος | |
| 35 | πρὸς τὸν βασιλέα Φαρνάκην τό τε ψήφισμα ἀποδώσει καὶ προσαγορεύσει |
| [καὶ] αὐτὸν καὶ τὴν βασίλισσαν ὑπὲρ τοῦ δήμου καὶ, ἐὰν ἐν δυνατῶι εἶ, πα[ρα]- | |
| [λ]ήψεται τὰ γινόμενα μέρη τῶι ἐνιαυτῶι· ἀναγγέλλειν δὲ τῶι βασιλεῖ τὸν κ[ε]- | |
| [χ]ειροτονημένον ὅτι ὁ δῆμ[ος π]ειράσεται μηθενὸς καταδεέστερον πρ[ο]- | |
| [άγ]εσθαι τ[ῶ]ν ἄλλων [βασι]λέων, ἀλλὰ πάντα τὰ πρὸς δόξαν καὶ μνήμην | |
| 40 | [αὐτῶι ἀνήκο]ντα συνκατασκευάσει καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις |
| [τῆς πό]λεως· τῶι δὲ χειροτονηθέντι ἀνδρὶ μερίσαι τὸ ἐφόδιον τὸν ταμίαν | |
| [τῶ]ν στρατιωτικῶν. ὁ ἀποδημήσων πρὸς τὸν βασιλέα Φαρνάκην κατὰ τὸ ψή- | |
| [φι]σμα κεχειροτόνηται Φιλόξενος Πειραιεύς· οἱ ἐπιμελησόμενοι τῆς κατα- | |
| [σκ]ευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκόνων κατὰ τὸ ψήφισμα οἵδε κεχειροτόνην- | |
| 45 | ται· Λέων Αἰξωνεύς, Φιλόξενος Πειραιεύς, Διονύσιος ἐγ Μυρρινούττης. |
| cr 1.46 | ἡ βουλή, ὁ δῆμ̣ος |
| τὸν βασιλέα | |
| Φαρνάκην. | |
| cr 2.46 | ἡ βουλή, ὁ δῆμος |
| τὴν βασίλισσαν | |
| Νῦσαν. |
ID
1497bis