[ ] Delos — 155/4 BC
See also:
face A.col. I.1                                —μ̣ο̣υ̣ ξύλα ἀπὸ τῆς σκηνῆς
                              —ον ἠχ̣ρεωμένον ἔχοντα πλαί-
[σιον — — — — — — — — — — — — —]θ̣εις̣ κ̣αὶ λεπτὰς σανίδας ἑπτά· ἄγαλ-
[μα — — — — — — — — — — οὐκ] ἔχον τὸν δεξιὸν βραχίονα, ἀνάθεμα
5 — — — — — — — — — — κ̣ίου. καὶ τάδε προσπαρελάβομεν· χαλ-
[κᾶ· — — — — — — ἐν π]λαισίωι, ἀνάθεμα Ποσειδωνίου Ἀλεξανδρέ-
[ως — — — — — — — —]ην· χιτῶνα λευκὸν ἀνεπίγραφον· μαχαίριον
— — — — — κην. ἐν τῶι οἴκωι τῶι πρὸς τῶι ἐκκλησιαστηρίωι· εἰ-
[κόνα χαλκῆν] βασιλίσσης Ἀρσινόης, ἀνάθεμα Πτολεμαίου· ἄγαλμα λί-
10 [θινον ἐμ πλιν]θ̣ε̣ί̣ω̣ι̣, ἀνάθεμα Πτολεμαίου τοῦ βασιλέως Λυσιμάχου·
[πίνακα ἐπὶ β]άσεως τεθυρωμένον, ἀνάθεμα Ἀφθονήτου καὶ Ἀριστέου·
[ἄλλον ἐπὶ] βάσεως ἀθύρωτον ἔχοντα γραφήν, ἀνάθεμα Πτολεμαί-
[ου τοῦ βασ]ιλέως Λυσιμάχου· ἄλλον ἐλάττονα ἀθύρωτον, ἔχοντα
[γραφὴν] βασιλέως Λυσιμάχου· ἄλλον ἠρτημένον ἀθύρωτον,
15 [ἔχοντα γ]ραφήν, ἀνάθεμα Μνησικλέους· ἄλλον ἀθύρωτον ἔ-
[χοντα γρα]φήν, ἀνάθεμα Σωσισθένου· ἄλλον ἐλάττονα ἠρτημέ-
[νον, ἔχον]τα γραφήν, ἀνάθεμα Μνησικλέους· ἄλλα πινάκια εἰ-
[κονι]κὰ καὶ ἀναθεματικὰ ὀκτώ· ἀσπίδα χαλκῆν ἐμ πλαισίωι
[ἀνά]θ̣ε̣μ<α>? Ἀμφικλέους Ἀθηναίου· θυρεὸν πεζικὸν ἐμ πλαισίω〚—〛ι {²⁶πλαισίωι}²⁶
20 ἔχοντα ἔγκαυμα, ἀνάθεμα Τιμαρ<ά>του Ῥοδίου· ἄλλον ἱππι-
κόν, ἔχοντα ἔγκαυμα, ἀνάθεμα Θεοξένου Λεοντησίου· ἄλλον
πεζικὸν ἐμ πλαισίωι, ἔχοντα ἔγκαυμα, οὗ τὴν ἐπιγραφὴν οὐ-
κ ἦν συνιδεῖν· ἄλλον πεζικόν, ἔχοντα ἔγκαυμα, ἀνάθεμα
Μενελάου Ἠπειρώτου· ἄλλον ἱππικὸν ἐπίχρυσον, ἔχοντα ἔγ-
25 καυμα, ἀνάθεμα βασιλέως Πτολεμαίου τοῦ Λυσιμάχου· ἄλλον
πεζικὸν περίχρυσον, ἔχοντα κεραυνὸν ἐπίχρυσον, ἀνάθε-
μα Πτολεμαίου βασιλέως Πτολεμαίου· ἀσπίδα ἐμ πλαισίωι, ἀνε-
πίγραφον, ἔχουσαν ἔγκαυμα· χιτῶνα λευκόν, ἀνάθεμα Κλεο-
δάμα· ἄλλον ἐμ πλαισίωι μεσόλευκον, ἀνάθεμα Πτολεμαίου
30 τοῦ Λυσιμάχου· ἄλλον ἐμ πλαισίωι περιπορφυροῦν ῥακώδη κατερρυη-
κότα, ἀνάθεμα ․ιμ̣․․․τρου̣․․․․δ̣ίου· ἄλλον ἐμ πλαισίωι πορφυ-
ροῦν, ἀνάθεμ[α] Ἰσιδ̣ώ̣ρ̣ου· π[αράδ]ειγμα ναΐσκου ξυλίνου· ἄλλο
παράδειγμα τῆ[ς] τετρα․․․․․ε̣υ̣․․․․ ἐν τῶι ἐκκλησιαστη-
ρίωι· θυρεὸν ἱππ̣[ικὸν?] Ι̣Σ̣ — — — — — ἀν[ά]θεμα Καλλικράτου· ἄλ-
35 [λ]ον Τησίου Θ̣η̣β̣α̣[ίου(?)· — — — — — ἐμ] πλαισίωι δύο καὶ λόγχας
δύο καὶ — — — — — — — — — — — κ[․․․․, ἀν]άθεμα Μάρκου Αἰ-
μυλίου ἐ̣πι̣λε̣[— — — — θυμιατήριον? πομ]π̣ι̣κὸν περίχρυσον ἐμ
πλαισίωι ἔχον [— — — — — — — τούτου τὴν ἐπιγρα]φὴν οὐκ ἦν συνι-
δεῖν· θυρ̣[εὸν(?) — — — — — — — — — — — — — — — —] σὺν τεῖ
40 ΠΑΡΜ̣[— — — — — — — — — — —· πίνακας] εἰκονικοὺς ․․Δ̣Δ̣Ι̣Ι̣Ι̣
ἐπὶ τοῦ βω̣[μοῦ(?) — — — — — — — — — —· θυμιατή]ριον πομπικὸν
χαλκοῦν· τοῦτο περ̣ιε̣[ρρωγός? — — — — —] χαλκᾶ δύο· τρίαιναι σ<ι>δη-
ραῖ πέντε — — — — — — — — — — μέ̣ναι. ἐν τῶι Δωδεκαθέωι·
ἀγάλματα λίθινα τ[ῶν θεῶν] — — — — — — ς̣ Δ̣Ι· καὶ ἄλλο ξύλινον
45 ἐπίχρυσον ὧι — — — — — — — — Σ․․․․․ οὐ[κ] ἔχον τοὺς ἵππους οὐ-
δὲ τοὺς παρα̣στάτας οὐδὲ τοὺς ἐπιβάτας οὐδὲ τὰ ὑπὸ τοὺς
ζῶια. vacat ἐν τῶι [Ποσιδεί?]ωι· τὸ ἄγαλμα λίθινον· τρύφακτον ἐν-
τελῆ ἔχοντα κ[λε]ῖδ[α(?) — — — — — — — — — —] δέ̣κ̣α δύο· τραπέζια ὑπό-
σπαστα ἕξ· θύρας̣ κ̣α̣τ̣[αγείας?]. ἐν [τῶι] Θεσμοφορίωι·  vacat
50 ἀγάλματα τῶν θεῶν [δύο ἐν θρόνοις ἀκρό]λιθα ἔχοντα στεφάνας
ξυλίνας ἐπιχρύσους καὶ [ἐ]ν̣[ώιδ]ι̣α ξύλινα ἐπίχρυσα, ἐνδεδυ-
κότα ἐνδύματ[α] ․τ․μ․․․․․πορφυρα καὶ ἠμφιεσμένα λίνοις· εἰ-
κόνες ἔκ[τ]υποι ․․․․․․․ ἀργυρᾶ· περίχειρα στρεπτὰ ἐπίχρυ-
σα τέτταρα, ὧν ὁλκὴ [Δ]ΔΔΔ[Ι]Ι̣Ι̣· σκύφιον ἐφ’ οὗ ἐπιγραφή· Δηλιάδες
55 Δήμητρι καὶ Κόρηι, ὁλκὴ κατὰ τὴν ἐπιγραφὴν 𐅄ΔΔΔΔ𐅃𐅂· τύπι-
ον ἐνδέξια το̣ῦ̣ [․․․․․․․ κ]αὶ ἐπὶ ταινιδίου, ἀνάθεμα Πολέας. vac.
χαλκᾶ· [ὑδρί]δ[ι]α̣ χαλκᾶ ἓξ ․τ․․․․․․․․․․․․ ἔχοντα ὦτα δύο καὶ
βάσιν — — — — — — — πεπτωκὸς ἔχον ὦτα δύο· μέτρον σι-
τηρόν· λύχνον μικρὸν μ̣ο̣ν̣[όμ]υξ[ον]· ἀνδριαντίδιον γυναικεῖον ἐ-
60 πὶ βάσεως ἔχον δᾶιδα ξ[υ]λίνην, [ἀνάθεμα] Δημανάσσης· ἐπίπυρον
ὠτάρια ἔχον [σιδηρᾶ — — — — — — — — — —]κ․․․λ̣ε̣ί̣σ̣τριο̣ν(?)·
․α̣․․οντο̣π․υ — — — — — — — — — — — — — — — τρίαιναν· [μαχ]αίρι-
ον ․․ιμ̣ατ — — — — — — — — — — — — — — —δρια παντο̣δα-
πά — — — — — — — — — — — — — — — — — — — — — — — λιβανω-
65 τίδας πέντε — — — — — — — — — — — — — — — — — — — ν νιτρι̣δα
οἰνοχόη — — — — — — — — — — — — — — — — — — — — — — — υν․․․․
η̣ρον ἐλε̣φάντινον — — — — — — — — — — —· πίνακας εἰκονικοὺς
𐅃Ι· ἄλλους ἀναθεματ[ικοὺς πλείους· ἄλλον μ]είζονα, ἀνάθεμα Βοσ-
π̣όρου· καλαθίσκους ΙΙ ἰ̣τ̣είνους — — — — — — — —· ἐν τῶι ο̣ἴ̣κ̣ω̣ι̣ ἐπὶ
70 τῶι ἐμ — — — — — — — — — — —· καρδόπιον λίθινον ἐπὶ
βάσεως τετραγώνου· λύχν[ους — — — — — — — —]ους κεκολοβωμέ-
νους τριμύξους δύο· ἄλλους [μον]ο[μ]ύξους δύο· ἀγαλμάτιον
ξύλινον ἀρχαϊκόν· σανίδας ἐπὶ διατοναίων ξυλίνων ΙΙΙ· θύρας
παλαιὰς δύο· [ἄ]λ[λ]ην πεπιττωμένην φαιάν· κοφίνια ὀκτώ.
75 ἐν τῶ<ι> οἰκήμα[τι ἀ]πέναντι εἰσιόντων· ὡ̣ρολόγιον λίθινον ἐπὶ
βάσεως· κλιμάκιον πεντάβασμον· βωμὸν ξύλινον· πίνακα παλαιόν,
[ἀ]νάθεμα Ἁρπάγης· ἐν τεῖ στοᾶι τεῖ ἐναρίστερα· βάθρα ξύλινα
δύο· σκαφὴν κίρκον ἔχουσαν χαλκοῦν· τράπεζαν ἐξ σανίδων
πόδας ἔχουσαν· ἄλλην πόδας οὐκ ἔχουσαν· θύρας τὰς τοῦ ἱεροῦ
80 πάσας ἐντελεῖς κλεῖδας ἐχούσας. χρυσᾶ· δάιδιον χρυσοῦν ἐπὶ
βάσεως, οὗ ὁλκή. Ι̣· δάιδιον καὶ τύπια Δ̣ΙΙ καὶ πλείονα ὧν ὁλκὴ δρα.
ΔΔ𐅂𐅂𐅂ΙΙΙ· κίρκον {․․․} ἐπίχρυσον οὗ ὁλκὴ 𐅂𐅂ΙΙΙΙ· [δ]άιδιον ἐπὶ βάσεως,
ὁλκὴ 𐅂𐅂. καὶ τάδε ἄστατα· φιάλιον λεῖον ἐ<μ> πλινθείωι ὡς δακτύ-
λων τριῶν, ἀνάθημα Ἑστι<α>ίας· δάιδια μείζον[α] περιηργυρωμένα
85 ὡς ἑπτὰ παλαστῶν τέ[τταρα]· ἄλλα ἐλάττονα ἐπὶ βάσεων
ξυλίνων ἕνδεκα· φιάλην ζώιδια ἔχουσαν ὀ̣κ̣τ̣ώ̣, ἧς ὁλκὴ δραχμαὶ
Η· ἄλλην λείαν, ἧς ὁλκὴ δραχμαὶ ΔΔΔΔΙΙΙΙ· ἄλλην λείαν, ἧς ὁλκὴ
δραχμαὶ ΔΔΔΔΙΙ· ἄλλην λείαν, ἧς ὁλκὴ δραχμαὶ ΔΔΔΔ𐅃Ι· ἄλλην λείαν,
ἧς ὁλκὴ ΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙΙ· ἄλλην λείαν, ἧς ὁλκὴ δραχμαὶ Η· ἄλλην λείαν,
90 ἧς ὁλκὴ δραχμαὶ ΔΔΔΔΙΙ· θυμιατήριον· βωμίσκον, οὗ ὁλκὴ 𐅂̣𐅂̣𐅂̣· σκύ-
φιον, οὗ ὁλκὴ 𐅄ΔΔΔΔ𐅂ΙΙΙΙΙ· vac. λιβανωτίδα ἔχουσαν πόδας τρεῖς καὶ
πρόσωπον Δήμητρος, ὁλκὴ δραχμαὶ 𐅄𐅂· ὑδρίαν μικράν, ἧς ὁλ-
κὴ Δ𐅂𐅂𐅂𐅂ΙΙ· ἄλλην μικράν, ἧς ὁλκὴ Δ𐅂𐅂𐅂ΙΙΙ· δᾶιδα μείζω, ἧς ὁλκὴ κα-
τὰ τὴν ἐπιγραφὴν Η𐅄𐅂𐅂ΙΙΙΙΙ· ἄλλην ἐλάττω, ἧς ὁλκὴ κατὰ τὴν ἐ-
95 πιγραφὴν ΗΔΔΔΔ𐅃Ι, ἄστατον· σκάφιον λεῖον, οὗ ὁλκὴ δραχ.
ΔΔΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙ· τύπια καὶ δάιδια πλείονα, ὧν ὁλκὴ δραχμαὶ ΔΔΙΙ·
ἄλλ<α> δάιδια ὧν ὁλκὴ δρα. Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ· δᾶιδας δύο ὡς παλαστῶν πέντ[ε καὶ]
δάιδια ἑπτά, ἃ παρέλαβεν ἡ ἱέρεια Φιλόκλεια παρὰ τῆς πρότερον ἱερεί-
ας, ὧν ὁλκὴ δραχμαὶ Δ𐅃𐅂𐅂𐅂ΙΙΙ· περισκ[ελί]διον λεῖον περικεχρυσωμένον,
100 ὁλκὴ 𐅃 ἀκριβεῖς. ἐν τῶι Λητώιωι· τὸ ἄγαλμα τῆς θεοῦ ξύλινον,
δεδυκὸς χιτῶνα λινοῦν καὶ ἠμφιεσμένον λίνωι· ὑποδημάτων
κοίλων ζεῦγος· θρόνον ἐφ’ οὗ κάθηται ξύλινον· χελωνίδα ἔχου-
σαν ἐμπαίσματα ἐλεφάντινα· τράπεζαν ξυλίνην· κιβωτά-
ριον κατεαγός, ἐπίθεμα οὐκ ἔχον, ἐν ὧι χαλκωμάτια δέκα ἄστα-
105 τα vacat ἐλεφάντινα· θυμιατήριον πομπικὸν ἔ[χον ἐπίπυ]ρον χαλ-
κοῦν· λ̣ιβ̣ανωτίδα· ῥιπίδα λαβὴν ἔχουσαν· κιβωτάριον ․․․․ τ̣ρ̣αφη(?)-
μ̣εν̣ον ξύλινον ἐν ὧι τύπιον ἀργυροῦν ἄστατον· ἄλλο τύπιον
ἐνδέξια τοῦ ἱεροῦ ἄστατον· ἄλλο τύπιον μικ[ρὸ]ν ἐνδέξια τοῦ ἀγάλ-
ματος· ἄστατα ἕξ· θρόνον τῆς ἱερείας καὶ χελωνίδα̣ μικράν· πίνα-
110 κα χαλκοῦν, ἀνάθεμα Παρμίσκου· κέστρων ζεύγος ξυστῶν· ἐπὶ τῶν
ἔνδον θυρῶν ἐπίσπαστρα χαλκᾶ δύο· ἀσπιδίσκας χαλκᾶς τέτ-
ταρας· ἐπὶ τῶν ἔξω θυρῶν ἐπίσπα<σ>τρον χαλκοῦν· ἀσπιδίσκας
χαλκᾶς δύο· ἐπίπυρον ἐπὶ τοῦ βωμοῦ σιδηροῦν ἔχον παραστάδα
χαλκῆν καὶ ὑπερτόναιον καὶ ἀνθέμια δύο· ἀνδριάντα γυναικεῖ-
115 ον ἐπὶ βάσεως, ἀνάθεμα Τελείας τῆς Κρίτου· τράπεζαν λιθίνην·
κλεῖν ἀνάπαιστον τῶν ἔνδον θυρῶν· ἄλλην ὁλοσίδηρον τῶν ἔ-
ξω θυρῶν. ἐν τῶι τοῦ Ἀνίου· ἀπολλωνίσκον χαλκοῦν ἐπὶ βάσεως ἀρ-
{αρ}χαϊκόν {²⁶ἀρχαϊκόν}²⁶· θύρας ἐντελεῖς· κ[λε]ῖν τοῦ ἱεροῦ. ἐν τῶι γυμνασίωι· χαλ-
κᾶ· δεξιᾶς εἰσιόντων εἰς τὸ περιστῶιον· Ἔρωτα ἐπὶ κιονίου ὡς δί-
120 πουν, λεοντῆν ἔχοντα καὶ ῥόπαλον, ἀνάθεμα Τληπολέμου καὶ Ἡγέου·
λ̣α̣μπάδ̣α̣ ἐν τῶι τοίχωι, ἀνάθεμα Εὐκλ̣ε̣ί̣δ̣ο̣υ̣ Ἀθηναίου· κορυθήκην
ἀρχαϊκὴν ἔχουσαν χάλκωμα, ἀνεπίγραφον· ἐν τεῖ ἐχομένει
στοᾶι· ἀνδριάντα τέλειον γυμνόν. πρὸς τῶι ἀποδυτηρίωι· δεξι-
ᾶς· λαμπάδα, ἀνάθεμα Δημοκράτου Ἀθηναίου· Ἡρακλῆν ἐπὶ βάσε-
125 ως ὡς δίπουν, ἀνάθεμα Ἀφθονήτου. ἐναρίστερα <τ>οῦ ἀποδυτηρίου·
Ἔρωτα ὡς δίπουν καὶ ὑδρία̣ν ἐπὶ βάσεως λιθίνης, ἀνάθεμα Οἰνέ-
ως· ἐνδέξια τοῦ Ἔρωτος λαμπάδα ἐν τοῖ τοίχωι, ἀνάθεμα Πρωτο-
γένου Ἀλεξανδρέως· ἄλλο ἀνδριαντίδιον ἐν τῶι τοίχωι, ἀνάθε-
μα Ἐρ̣ασίνου καὶ Πάχητος· Ἡρακλῆν ὡς ποδιαῖον καθήμενον,
130 ἀνάθεμα Ἀπολ̣λ̣οδώρου καὶ Τληπολέμου· ἀπολλωνίσκον ὡς ποδιαῖ-
ον καθήμενον ἔχοντα κιθάραν, ἀνάθεμ<α> Μαντιθέου καὶ Ἀριστέα·
ἄλλο ἀνδριαντίδιον ὡς πεντασπίθαμον, ἀνάθεμα Αὐτο̣κλέ-
ους· ἐν τεῖ ἐχομένει στοᾶι· ἀνδριάντα τέλειον γυμνὸν ἐν τῶι ἐξε-
δρίωι ἔχοντα ῥαβδόν, ἀνάθεμα Δηλίων· ἄλλο ἐν τῶι ἐξεδρίωι ἀνδρι-
135 αντίδιον ὡς δίπουν ἐν τῶι τοίχωι ἀναβαλλόμενον, ἀνεπίγραφον·
Ἡρακλῆν ὡς δίπουν λεοντέη̣ς̣ ἀναβολὴν ἔχοντα, ἀνεπίγραφον·
παλλάδιον ὡς δίπουν ἐν θυρίδι, ἀνάθεμα Σατύρου Κηφισιέως· καὶ
λαμπάδα̣ς δύο κ̣α̣ὶ̣ ἄ̣λ̣λ̣α̣ ζώιδια ὡς ποδῶν δυεῖν ἐν θυρίδι, ἀνεπί-
γραφα· λαμπάδας μικρὰς δύο, ἀνάθεμα ἡ μὲν Διοτίμου τοῦ Βερενικίδου,
140 ἡ δὲ [Εὐμέν]ους· ἐν τῆι σφαιριστρᾶι ἐπὶ τοῦ ὡρολογίου· τριτωνίσκο<ν>
μικρὸν καὶ πρὸς τῶ<ι> ἀποδυτηρίω<ι> ἀνδριάντα γυναικεῖον ἐν ταῖς χερ-
σὶν ἔχοντα̣ ἔ̣κ̣π̣ω̣μα, ἀνάθεμα Ἀριστίωνος τ̣ο̣ῦ Θεοδώρου· ἀσπίδας
χαλκᾶς δ̣έ̣κ̣α̣ ἐν τῶι ἐπιστασίωι. ἄστατα· ὑδρίας δύο ὧν τὴμ μὲν μί-
αν ἐντελ̣ῆ̣, τὴν δὲ ἄλλην ο̣ὖς οὐ̣κ ἔχουσαν καὶ τὸν τράχηλον διαβε-
145 [βρωμένον]· ῥαντήριον ἐντελέ̣ς̣· ἀσκοὺς δύο ἀνεπιγράφους·
κάδον ἱ̣μ̣η̣τ̣ῆ̣ρ̣α̣· τούτου τὰ ὦτα ἡ ὑδρία ἔχει. λίθινα· ἑρμαῖ
ΔΔΔΔΙ· ἐν τῶι λουτρῶνι· λ̣η̣ν̣οὺς μετεώρους τρεῖς· αἱ ἐπὶ τοῦ ἐδάφους
δ̣έ̣κα· ἡμικύκλιον· κασκ̣ο̣φη(?)․․․․ ἐν τοῖς ἐξεδρίοις καὶ συγγωνίο̣ι̣ς̣·
ὡρολ̣όγ̣ιον ἐ̣π̣ὶ̣ κιονίου· ἀσπίδας ἐπιχρύσους γραφὰς ἐχούσας ἑξήκοντα·
150 ἄλλας [․․․․ περι]χρύσους 𐅃· ἄλλας γραφὰς ἐχούσας ἀχρυσώτους ΔΙΙΙ·
πίνακα̣ς̣ ἀ̣ν̣α̣θ̣ε̣ματικοὺς πλείους· ἄλλας περιχρύσους ἀσπίδας δέκα· ἀμ-
φορεῖς δύο, [Εὐαγ]ίωνος Ἀθηναίου· λαμπάδας χαλκᾶς 𐅃, μίαν Θαρσ̣έ̣ου
Ἀθηνα̣ί̣ο̣υ̣, ἄλλη [Ν]ικία Ἀθηναίου, ἄλλη Χαρίου Ἀθηναίου, ἄλλη Διο-
κλέους Ἀθηναίου, π̣έ̣μ̣π̣τ̣η̣ λαμπάς, ἀνάθεμα Μητροδώρου Σαμίου. vac.
155 ἐν τῶι Σαμοθρακίωι· Ἡρακλῆ χαλκοῦν· ἄλλο ἀνδριαντίδιον, τὸ ἀρισ-
τερὸν σκέλος κατεαγὸς καὶ τὴν ἀριστεράν· κανοῦν πόδα ἕνα ἔχον καὶ
ὦς ἕν· στέφανον ἀργυροῦν ὃν <ἔ>χει ὁ Ἡρακλῆς, ἀνάθεμα Μάρκου, ὁλκὴ 𐅂𐅂· πῖλοι ἀρ-
γυροῖ δύο, ἀνάθεμα Μάρκου Ῥωμαίου, ὧν ὁλκὴ 𐅂̣𐅂̣· ναΐδιον ξύλ<ι>νον <ἐν>
ὧι τὰ τῶν θεῶν ἀγάλματα ξύλινα ἐφ’ ἵππων. ἐν τῶι προστόωι· ἀν-
160 δριαντίδιον λίθινον ἐπὶ βάσεως λιθίνης, ἀνάθεμα Ἀντιδότου Τυρίου·
τράπεζα λιθίνη ἐφ’ ἧς πῖλοι λίθινοι δύο. ἐν τεῖ αὐλεῖ· ἀνδριαντί-
διον χαλκοῦν· Ἡρακλῆ ἐπὶ βάσεως λιθίνης. ἐν τῶι προστοίωι· κλῖναι
ξύλιναι 𐅃 κα<ὶ> ἄλλα<ι> κατεαγεῖαι τέτταρες· ἄγκυρα ξυλίνη δίβολος· σκυ-
τάλιον ἐβένινον, ἅλυσιν ἔχον σιδηρᾶν. καὶ τάδε· τρίαιναν ἐντελῆ· πελέ-
165 κιον καὶ ἀπ’ ἀγκύρας σιδήριον κίρκον ἔχον καὶ ἄγκυραν ξυλίνην
τοῦ μολύβδου ἀποκεκομμένην· λύχνον χαλκοῦν τὸ ἄνωθεν οὐκ ἔχον-
τα· ἄγκυραν σιδηρᾶν ἐντελῆ.            vac.
col. II.1 ἐν τῶι Ἀφροδισίωι· τὸ ἄγαλμα τῆς θεοῦ λίθινον, vac.
ἔχον φιάλην ἐν τεῖ δεξιᾶι ξυλί[νην] ἐπίχρυσον· ἐνώιδια χρυσᾶ ἃ ἔ-
χει ἡ θεός, ὧν ὁλκὴ 𐅂𐅂, ἀνάθεμα Δημητρίας· τράπεζα λιθίνη· θυ-
μιατήριον χαλκοῦν· ἀφροδίσιον λίθινον ἐπὶ βάσεως λιθίνης, ἀνάθε-
5 μα Ἐχενίκης· ἄλλο ἐπὶ βάσεως λιθίνης, ἀνάθεμα Κτησωνίδου· ἄλλο ἐπὶ
κιονίου, ἀνάθεμα Προμαθίωνος· ἄλλο ἐπὶ βάσεως, ἀνάθεμα Πραξιμέ-
νου· ἄλλο μικρόν, ἀνάθεμα Στησικράτης· ἄλλα ἐλάττονα τρία, ὧν τὰ δύο
κολοβά· πίνακας ἀναθεματικοὺς δύο· θύραι τοῦ ναοῦ ἔχουσαι ἀσπι-
δίσκας δύο χαλκᾶς καὶ ἥλους χαλκοῦς ὧν ἐλλείπουσιν πέντε·
10 κάτοπτρον χαλκοῦν· ἐπίσπαστρον χαλκοῦν ἀσπιδίσκιον ἔχον· κιν-
κλίδας ξυλίνας δύο καὶ χελώνιον. ἐν τῶι προδόμωι· βάθρα λίθινα
δύο· Ἔρωτα χαλκοῦν ἐπὶ βάσεως· ἐξάλειπτρον, τὸ πλινθεῖον
μόνον ἦν, ὑάλινον ἐν πλινθείωι, ἀνάθεμα Ἐχενίκης· πίνακας
εἰκονικοὺς τρεῖς· ἄλλους ἀναθεματικοὺς 𐅃· λευκώματα τρία· ἄλλα
15 ἐλάττονα δύο· πίνακα ξύλινον, ἀνάθεμα Στησίλεω· αἱ ἐκτὸς θύ-
ραι τοῦ ναοῦ ῥόπτρον ἐπίσπαστρον ἔχουσα<ι>· χαλκᾶς ἀσπιδί〚—〛-
{ἀσπιδί}σκας {²⁶ἀσπιδίσκας}²⁶ δύο· κλεῖν ἀνάπαιστον ὁλοσίδηρον· πίνακας ὀροφικοὺς
ἐννέα. τὰ ἐκτὸς τοῦ ναοῦ· ἀνδριάντα ἐπὶ βάσεως, ἀνάθεμα Στη-
σίλεω· ἄλλογ γυναικεῖον, ἀνάθεμα Στη<σί>λεω· ο̣ἶ̣κο̣ι ἐν τῶι ἱερῶι τεθυρωμένοι κερα-
20 μωτοὶ κλεῖς οὐκ ἔχοντες, οὐδὲ αἱ ἀπὸ τοῦ ἱεροῦ θύραι κλε<ῖ>ν οὐκ ἔχο̣[υσαι]·
χιτῶνα ἐρεοῦν λευκόν, ἀνάθεμα ἱερείας Εὐδώρας. ἐν τῶι Ἡραίωι·
ἀγάλματα δύο ἠμφιεσμένα λίνοις· τράπεζαι λίθιναι δύο· θυμ[ια]-
τήριον χαλκοῦν· ἀγάλματα λίθινα δύο· θύρωμα ἔχον ἥλους χαλ-
κοῦς, ὧν εἷς ἐλλείπει· ἐπίσπαστρον ἕν· ἀσπιδίσκας τρεῖς.
25 ἐν τῶι προδόμωι· κιγκλίδας ξυλίνας δύο· πινάκια ἀναθεματι[κὰ]
δέκα. vac. ἐν τῶι τῆς Ἀγαθῆς Τύχης· ἄγαλμα λίθινον Ἀγα[θῆς]
Τύχης, ἔχον Ἀμαλθείας κέρας περικεχρυσωμένον· στέφανον [ὃν]
ἡ θεὸς ἔχει χαλκοῦν διάλιθον περικεχρυσωμένον καὶ ἐν τεῖ δε-
ξιᾶ<ι> σκῆπτρον ξύλινον· ζῶια λίθινα δέκα· τούτων τὸ ἓν [κα]νοῦν
30 ἔχον ξύλινον· τράπεζαν λιθίνην καὶ ἐπὶ ταύτης φιάλας λιθίνας ΙΙΙΙ
καὶ πινακίσκον λίθινον· κόγχους δύο θαλαττίους ἐν θήκαις, τὰ ἄκρα
ἔχοντας ξύλινα περικεχρυσωμένα· κέρας ἀληθινὸν πρόσθετον ἔ-
χον τὸ κάτω μέρος ξύλινον ἐπίχρυσον κα<ὶ> χεῖλος ἀργυροῦν πρόσθετον,
ὡς δακτύλων τεττάρων τὸ πλάτος, ἐφ’ οὗ πλόκιον χρυσοῦν διάλι-
35 θον οὐκ ἐντελές, ἔχον ἀθύρματα λίθινα Δ𐅃ΙΙ̣ καὶ κόσμον ξύλινον
ἐπίχρυσον· ὄστρεια δύο ἐπὶ κιονίων ξυλίνων· πίνακας ἐμβλήτους
γραφὰς ἔχοντας δύο, τὸν μὲν ἐνδέξια, τὸν δὲ ἐναρίστερα· χελώ-
νην ὑπὸ τεῖ τραπέζει· τρύφακτον ξύλινον ἔχοντα ἥλους ΔΙΙΙΙ· καὶ
ὀβελίσκους σιδηροῦς ἓξ καὶ κινκλίδα Ι· πίλους λιθίνους ἐμ πίναξι [λι]-
40 θίνοις δύο, χαλκοῦς ἔχοντα<ς> ἀστερίσκους {ἀστερίσκους} περιηργυρω-
μένους· κριοῦ κεφαλὴν λιθίνην ἐν πίνακι λιθίνωι καὶ φύλακα [χαλ]-
κοῦν περιηργυρωμένον· θυμιατήριον λίθινον κατεαγός· ἐπὶ τῶν
εἴσω θυρῶν· ἀσπιδίσκας χαλκᾶς δύο. ἐν τῶι προδόμωι· τραπέζι-
ον λίθινον κατεαγός· βάθρα λίθινα· στήλας λιθίνας δύο, τύπους
45 ἐκτυπωτοὺς ἐχούσας χαλκοῦς δύο καὶ πίνακας χαλκοῦς [δύο <ἐπι>γρα]-
φὰς ἔχοντας· ἐπὶ τῶν ἔξω θυρῶν· ἀσπιδίσκην χαλκῆν· κλεῖν
ἀνάπαιστον λαβὴν ἔχουσαν ξυλίνην. ἐν τ[ῶι Κ]υνθίωι·
ἐν τῶι οἴκωι ἐν ὧι ὁ θεός· τὸ ἄγαλμα χαλκοῦν ὡς τριῶν ἡμιποδίων
ἐπὶ βάσεως λιθίνης· θυμιατήριον χαλκοῦν πομπικόν· κρατῆ-
50 ρα κορινθιουργῆ· κάρδοπον λιθίνην· κλίνας σαν<ι>δωτὰς δέκα δύο
ἐχούσας τραπέζια ἐξ αὐτῶν· πίνακας εἰκονικοὺς δέκα καὶ ἄλ-
λον μείζω ἀθύρωτον, ἀνάθεμα Δημέου τοῦ Αὐτοκλέους·
ἄλλον ἔχοντα χειρογραφίαν ἀθύρωτον, ἀνάθεμα Θεμίσωνος τοῦ Αὐτο-
κλέους· θύρωμα ἔχον ἥλους χαλκοῦς, ἐλλείποντα ἕνα· κλεῖν ἀνάπαισ-
55 τον σιδηρᾶν. ἐν τῶι ἄλλωι οἴκωι· κλίνας σανιδωτὰς ΔΙΙ ἐχούσας τραπέ-
ζια ὑπόσπαστα ἐξ αὐτῶν· θύρωμα ἐντελὲς ἔχον ἥλους χαλκοῦς·
ἐσχάριον χαλκοῦν παλαιόν, πυθμένα οὐκ ἔχον· τριαίνας δύο ὧμ μ[ί]-
α ὀδόντα ἕνα οὐκ ἔχει· θερμάστριον σιδηροῦν παλαιόν. vac.
καὶ τάδε ἐκ τοῦ Σαραπιείου ἅ ἐστιν ἐν τῶι τῆς Ἀρτέμιδος ναῶι·
60 χρυσᾶ· στέφανον ἐν κιβωτίωι θαλλοῦ, λίθον ἔχοντα, ὃν ἀνέθη-
καν οἱ συμβαλόμενοι ἐφ’ ἱερέως Ἀριστονόμου, φύλλα ἔχοντα σὺν τοῖς
ἀποπεπτωκόσιν ΔΔΔΔΙ καὶ ἡμίση δύο καὶ ἐλαίας δύο, οὗ ὁλκὴ σὺν
τῶι λίθωι καὶ τοῖς λιναρίοις δραχμαὶ Δ𐅂𐅂𐅂𐅂· ἄλλον ἐν κιβωτίωι μυρρί-
νης, λίθον ἔχοντα καὶ φύλλα ΔΔΔΔΙΙΙΙ καὶ μύρτα ΔΙΙΙΙ, ἀνεπίγραφον, οὗ
65 ὁλκὴ Δ𐅂𐅂𐅂𐅂. καὶ τάδε ἀργυρᾶ· ποτήριον ἐφ’ οὗ ἐπιγραφή· Καίβων
Καίβωνος καὶ Ξεναινώ, ὁλκὴ δραχμαὶ <𐅄>Δ𐅂𐅂ΙΙΙΙ· ἀπάγει 𐅂𐅂ΙΙΙΙ·
ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Ἀ̣ρ̣κέ<ο>ν-
τος, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂, ἀπάγει ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Σιμάκων, ὁλκὴ
ΔΔΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέ-
70 ως Σατύρου, ὁλκὴ δὲ δραχμαὶ ΔΔΔΔ𐅃ΙΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοι-
νὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Τέλλιδος, ὁλκὴ δὲ 𐅄𐅂𐅂· ἄλλο ἐφ’ οὗ
ἐπιγραφή· Φονοτέλης Κεῖος, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂, ἀπάγει ΙΙΙ· ἄλλο ἐφ’ οὗ
ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Οἴκωνος, ὁλκὴ δὲ 𐅄𐅂𐅂
ἀκριβῶς· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Ἀρίστων Καλλικράτου Καρπασεώτης,
75 ὁλκὴ δὲ δραχμαὶ ΔΔΔΔ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοινὸν τῶν θερα-
πευτῶν ἐφ’ ἱερέως Σωτίωνος τοῦ Σωτίωνος, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙ· ἄλ-
λο ἐφ’ οὗ ἐπιγραφή· Ἀρτέμων ὑπὲρ Σωφίλου, ὁλκὴ δραχμαὶ 𐅄𐅂𐅂𐅂𐅂ΙΙΙΙ·
ἀπάγει 𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Ἀρχίδαμος, ὁλκὴ 𐅄𐅃, ἀπάγει vac.· ἄλλο
ἐφ’ οὗ ἐπιγραφή· Θεοξενίδης Τήνιος, 𐅄ΔΙΙΙΙ𐅁· ἄλλο ἐφ’ οὗ ἐπιγραφή·
80 τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Ἀριστοβούλου, ὁλκὴ 𐅄𐅂𐅂, ἀπά-
γει ΙΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Σεύθης ἀπὸ τῆς ἐργασίας, ὁλκὴ δραχ. 𐅄𐅃ΙΙΙΙ,
ἀπάγει ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Χάρης Ἀδραίου Τήνιος, 𐅄ΙΙΙΙ· τοῦτο
ἄγει ἔλαττον ὀβολοὺς πέντε· ἄλλο ἐφ’ οὗ ἐπ[ιγρα]φή· Στράτων Πρωτέου
Πάριος, Φιλώτας Πρωτέου, ὁλκὴ ΔΔ𐅃Ι, ἀπάγ[ει ․․․]· ἄλλο ἐφ’ οὗ ἐπιγραφή·
85 τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Ἀριστονόμου, ὁλκὴ 𐅄Δ𐅂𐅂, ἀπά-
γει 𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Ποσίδεος Ἡρακλεώτης ἐφ’ ἱερέως Οἴκωνος
τοῦ Διδύμου, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂ΙΙΙ, ἀπάγει ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Βάχχι-
ος Δε̣κκίου, 𐅄ΔΔΔΔ𐅃ΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Σαραπιασ[ταὶ οὓς σ]υν[ή]-
γαγεν Μεννέας, ὁλκὴ 𐅄ΔΔ, ἀπάγει ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγ[ραφή· ἐ]π’ ἄρ-
90 χοντος Τλησιμένου Σωτέλης Σωτέλου ἱερατεύσας τοῦ Ἀπόλλω-
νος καὶ τοῦ Ἀσκληπιοῦ ἀπὸ τῶν γερῶν ΔΔΔ𐅃𐅂ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπι-
γραφή· Ἄ̣ξιος Ἀντιγόνου Μακεδών, ὁλκὴ δραχμαὶ 𐅄𐅃, ἀπάγει ΙΙΙ·
ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Ἀριστο-
βούλου τοῦ Ἀριστοβούλου, ὁλκὴ ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· τοῦτο ἀπάγει ἔλαττον
95 𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν <ἐφ’ ἱερέως> Ἀρχία τοῦ
Ἐμμενίδου, ὁλκὴ δὲ δραχμαὶ ΔΔΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙ· ἄλλο τὸ πλέον
ἐν τεῖ παραδόσει ἐφ’ οὗ ἐπιγραφή· Ἀπολλώνιος μελανηφόρος, ὁλκὴ
ΔΔΙ· σκάφιον ἐφ’ οὗ ἐπιγραφή· Μεννέας Κλέωνος, ἔχον ἐν αὑτῶι
πρόσωπα Σαράπιδος καὶ Ἴσιδος, ὁλκὴ δὲ σὺν τῶι καττιτέρωι
100 ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Δάμων Μενεκλέους, λεῖον, ἔχον
ἐν αὑτῶι πρόσωπον Σαράπιδος καὶ Ἴσιδος, ὁλκὴ δὲ σὺν τῶι καττιτέρωι
𐅄Δ𐅃𐅂𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Κρίτων καὶ Ἀπολλώνιος ἀπὸ τῆς ἐργασί-
ας δεκάτην, ἔχον ἐν αὑτῶι πρόσωπον Σαράπιδος, ὁλκὴ δὲ σὺν τῶι κατ-
τιτέρωι 𐅄Δ𐅃𐅂𐅂ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Σώπατρος Ἕρμωνος Βαργυ-
105 λιήτης, ἔχον ἐν αὑτῶι πρόσωπον Σαράπιδος καὶ Ἴσιδος, ὁλκὴ δὲ σὺν τῶι
καττιτέρωι 𐅄ΔΔ𐅂𐅂𐅂· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Ἀριστόδημος, ἔχον ἐν ἑαυτῶι
πρόσωπον Σαράπιδος, ὁλκὴ δὲ σὺν τῶι καττιτέρωι 𐅄𐅂𐅂· ἄλλο ἐφ’ οὗ ἐ-
πιγραφή· Μέντωρ, ἔχον ἐν αὑτῶι πρόσωπον Σαράπιδος καὶ Ἴσιδος, ὁλκὴ δὲ
σὺν τῶι καττιτέρωι 𐅄𐅂𐅂, ἀπάγει ΙΙΙ· ἄλλο λεῖον, ἐπιγραφή· Φίλων
110 Μητροδώρου Μασσαλιήτης ἐφ’ ἱερέως Κτησικλέους τοῦ Ἀντιγόνου, ὁλκὴ δὲ
δραχμαὶ ΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙ· ἄλλο ἐφ’ οὗ ἐπιγραφή· Μεννέας Κλέωνος καὶ Ἀρίστων
Καλλικράτου Καρπασεῶται, ὁλκὴ δὲ σὺν τῶι μολύβδωι 𐅄𐅃𐅂ΙΙΙ· ἄλλο ἐφ’ οὗ
ἐπιγραφή· Θεόξενος Αἰσχρίωνος Κασσανδρεὺς ἀπὸ τῆς ἐργασίας, ὁλκὴ
δραχ. <— —>· ἄλλο κατεαγὸς λεῖον, ἐφ’ οὗ ἐπιγραφή· Ἀλύπης Συρακόσιος, ὁλκὴ
115 δραχ. vac.· ἄλλο λεῖον, ἐφ’ οὗ ἐπιγραφή· οἱ συμβαλόμενοι εἰς τὸμ βωμόν,
ὁλκὴ δραχ. ΔΔ· ἄλλο λεῖον, ἐφ’ οὗ ἐπιγραφή· Μέλας Μενάνδρου τὴν δε-
κάτην, σὺν τῶι μολύβδωι vac?· ἄλλο τεθλασμένον, ἐφ’ οὗ ἐπιγραφή·
Πολύφιλο̣ς̣ καὶ Καλλικράτεια καὶ Ἁ̣γ̣ησίδικος, ὁλκὴ σὺν τῶι καττιτέρ<ωι — —>·
ἄλλο λεῖον, ἐφ’ οὗ ἐπιγραφή· Μίνατος Μινάτου ἰατρεῖ<α> ․․․․· φιάλην κα-
120 ρυωτὴν ὡς τριπάλαστον, ἔχουσαν πρόσωπον Σαράπιδος, ἐφ’ ἧς ἐπιγρα-
φή· οἱ συμβαλόμενοι εἰς τὸμ βωμόν, ὁλκὴ σὺν τῶι καττιτέρωι καὶ
κηρῶι <— —>· ἄλλην λείαν ὡς ποδιαίαν, ἐφ’ ἧς ἐπι[γραφή]· Χαρ[ι]γνώ· φιάλι-
α τέτταρα, ἐφ’ ὧν τ[ῶι] πρώτ[ωι] ἐπιγραφή· Αἰσχρίων Ἀριστοκράτου
χαριστήριον, ὁλκὴ <— —>· τῶι δευτέρωι ἐπιγραφή· Δημότιλος Σαράπι-
125 δι, ὁλκὴ δὲ δραχμαὶ <— —>· τὸ δὲ τρίτον κατεαγός, ἀνεπίγραφον, ὁλκὴ <— —>· τὸ τέ-
ταρτον καταβεβρωμένον, ἀνεπίγραφον, ὁλκὴ δραχμαὶ <— —>· σκῦφον οὗ ἐ[λλεί]-
πει [․․․․ κ]αὶ ἀπὸ τοῦ ἄλλου τὸ ῥοπάλιον ἀποπεπτωκός, ἐφ’ οὗ ἐπι-
γραφή· Πάμπαινος Σολεύς, ὁλκὴ σὺν τῶι καττιτέρωι· λιβανωτίδα ἐφ’ ἧς
ἐπιγραφή· Παρμὼ Δεξίου, ὁλκὴ δραχμαὶ <— —>· στρόφιον ἐφ’ οὗ ἐπιγραφή· Ἀρισ-
130 τόδημος ἀπὸ τῆς ἐλάφου, ὁλκὴ δραχμαὶ vac.· οἰνοχοΐδιον ἐφ’ οὗ ἐπι-
γραφή· οἱ συμβαλόμενοι θεραπευταί· λιβανωτίδιον ἐφ’ οὗ ἐπιγραφή·
Ἡρώιδης Σαράπιδι Ἴσιδι, ἄστατον διὰ τὸν ῥύπον· ἄλλο τεθλασμένον
καὶ διακεκομμένον, ἔχον{τα} Σαράπιδος πρόσωπον, ἐφ’ οὗ ἐπιγραφή· Νύμ-
φων, ὁλκὴ <— —>· καδίσκον σαραπιακὸν ἔχοντα ἓν ὦς, ἐφ’ οὗ ἐπιγραφή· Ἡρώι-
135 δης, ὁλκὴ <— —>· ἀρυσᾶς ἐφ’ οὗ ἐπιγραφή· Ἀρίσταρχος ὑπὲρ τῆς γυναικός, ὁλκὴ
δὲ δραχμαὶ <— —>· ἔφηβον ἐφ’ οὗ ἐπιγραφή· Νικάνωρ κατὰ πρόσταγμα
ἐφ’ ἱερέως Ἵππωνος, ὁλκὴ δὲ δραχμαὶ <— —>· κύαθον ἐφ’ οὗ ἐπιγραφή· Ἐπι-
γένης, ὁλκὴ Η· ἄλ<λ>ον ἐφ’ οὗ Ἐπιγένης, ὁλκὴ δὲ σὺν τῶι καττιτέρωι δραχ. <— —>·
κάδιον παλαιὸν ἠχρεωμένον, ἐφ’ οὗ ἐπιγραφή· Βάχχιος Δεκκίου Τή-
140 νιος ἀπὸ τῆς ἐργασίας, ἔχον κηρὸν καὶ καττίτερον· ὠιοῦ ἥμισυ ἔχον ἐπι-
γραφήν· Βάχχιος Δεκκίου Τήνιος ἀπὸ τῆς ἐργασίας, ὁλκὴ <— —>. φύλακα ἐπ’ ὀ[μ]-
φαλοῦ, τὸν ἐπικείμενον ἐπὶ τοῦ θησαυροῦ ἐν τῶι Σαραπιείωι, ἄστατον·
θυμιατήριον· βωμίσκον, ἐφ’ οὗ ἐπιγραφή· Διόφαντος, ὁλκὴ δὲ ὡς ἡ ἐπι-
γραφὴ ἄστατον 𐅄𐅃· κανοῦν μόνωτον ἀστραγαλίσκους ἔχον τρε[ῖς]
145 ἐ̣φ’ οὗ̣ ὁλκὴ ὡς ἡ ἐπιγραφὴ δραχ. Η̣Η̣Η̣ΗΔΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙ. ἀπὸ τῶν ἐν τῶι ναῶι·
χρυσᾶ· vac. δακτύλιον εἰκόνα σιδηρᾶν ἔχοντα καὶ προσηλωμένον ἐφ’ [ὑ]-
δρίας ξυλίνης, ἀνάθεμα Ἀθηνίων[ο]ς Ζακυνθίου, ἄστατον. vac.
ἀργυρᾶ· Ἀνούβιδ[ε]ς δύο, ὧν ὁλκὴ τοῦ μὲν ἑνὸς δραχ. ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂, τοῦ δὲ
ἄλλου 𐅃𐅂𐅂. καὶ τάδε ἄστατα· ὀφθαλμοὺς δύο ἐν πινακίωι, ἀνεπιγράφους·
150 φιάλιον λεῖον ἐμ πλινθείωι ὡς διπάλαστον, ἀνάθεμα Τρεβίου καὶ Ἀθη-
ναΐδος· βωμίσκον ἐπὶ τριποδίου ξυλίνου καθήμενον, ἀνάθεμα Αὐ-
τοκλέους τοῦ Σιλήνου· κάδον ἐπὶ τριποδίσκου <ξυ>λίνου καθηλωμένον, ἀνάθε-
μα Ἀττίνου τοῦ Σ̣ω̣σ̣ί̣κου· ἄλλον ἐπὶ τριποδαβακίου ξυλίνου καθηλω-
μένον, ἀνάθεμα τοῦ κοινοῦ τῶν θεραπευτῶν συμβαλομένων· ἄλλο[ν]
155 ἐπὶ κιονίου ξυλίνου καθηλωμένον, ἀνάθεμα τοῦ κοινοῦ τῶν θερα-
πευτῶν συμβαλομένων εἰς τὰς θυσίας καὶ τὰς σπονδάς· ἄλλ[ο]ν ἐ-
πὶ τραπεζίου ξυλίνου καθηλωμένον, ἀνάθεμα Ἀπολλοδώρου. χαλκᾶ·
τὸ ἄγαλμα τοῦ θεοῦ, τῆς Ἴσιδος, τοῦ Ἀνούβιδος· Μητέρας Θεῶν δύο·
τράπεζαν· Δία ἐπὶ βάσεως· ἄλλο ζωϊδάριον. ἐν τῶι τῆς Ἴσιδος να-
160 ῶι· χρυσᾶ· στεφάνιον στάχυς ἔχον δύο καὶ στλεγγίδιον μι̣κρόν, ὧν ὁλ-
κὴ 𐅂ΙΙΙΙ· ἀσπιδίσκην πρὸς πινακίωι ἄστατον, ἀνάθεμα Νεφελίου.
ἀργυρᾶ· πορπίον ἀσπιδίσκην ἔχον περιτεθραυμένην, οὗ ὁλκὴ δραχ.
𐅃. καὶ τάδε ἄστατα· φιάλην καρυωτὴν ἐμ πλινθείωι, ἀνάθεμα
Μενεκράτου κατὰ πρόσταγμα· φιάλην καρυωτὴν ἐμ πλινθείωι
165 ὡς διπάλαστον, ἔχουσαν ζωιδάρια τρία, ἀνάθεμα Αἴθωνος. vac.
face B.col. I.1 ἄλλην λείαν ἐμ πλινθείωι, ἀνάθεμα Τιμοκράτου τοῦ Ἀλκ[ιμά]χου· φιάλι[ον]
λεῖον ἐμ πλινθείωι ὡς δακτύλων ἕξ, ἀνάθεμα Ποσιδέου Ἡρακλεώτου· τ[ύ]-
πια μικρὰ τρία ἐπὶ σανιδίου, ἀνάθεμα Ἀμμωνίας. χαλκᾶ· ἱερακίδιον σκέ[λος]
οὐκ ἔχον. ἐπὶ τῶν κινκλίδων· κυνάριον· βοΐδιον. ἐπὶ τοῦ ὀδοῦ· θυμιατήρι[ον ἐπὶ]
5 κιονίου ξυλίνου ἐντε[λὲς] ἔχον ἐπίπυρον καὶ ὠτάρια δύο καὶ πόδας τρεῖς· Βού-
]αστ[ι]ν ἔχουσαν ζωιδάριον ἐπὶ τοῖς γόνασιν, ἀνάθεμα Κλεοπάτρας.
ξύλινα· τὸ ἄγαλμα τῆς θεοῦ ἐπίχρυσον ἐν ναιδίωι ξυλίνωι· ἄλλ[ο ἀγαλ]-
μάτιον κολοβάφινον(?) [ἐν ναϊ]δίωι ξυλίνωι. ἐν τῶι τοῦ Ἀνούβιδος ναῶι· ἀργυρᾶ
ἄστατα· φιάλιον λεῖον ἐμ πλινθείωι δακτύλων ἕξ, ἀνάθεμα Δάμ[ωνος]
10 τοῦ Πάτρωνος· Ἡλίου πρόσωπον πρὸς ταινιδίωι, ἀνάθεμα Δαμίννου Θεττα-
λοῦ. χαλκᾶ· θυμιατήριον· ἐσχάραν λεοντόβασιν ἐπίπυρον ἔχουσαν π[υ]ρφόρον.
σιδηρᾶ· λυχνία<ν>· θερμαστρίν. λίθινα· τὸν θεὸν Ἔρωτα· ἄλλον Ἀνούβιδα ἐ[λ]άττο[να]·
ἀφροδίσιον ἐν ναιδίωι ἀπηρεισμένον ἐπὶ πηδαλίου· τράπεζαν· θυμια-
τήριον. ξύλινα· βοΐδιον κολοβάφινον(?)· Ἡρακλῆν. λίθινα ἐν τῶι προνάωι·
15 ζωιδάριον ἐπὶ βάσεως, ἀνάθεμα Αἰσχύλου Ἀθηναίου· ἄλλα ζωιδάρια παιδικὰ δύο
ἐπὶ βάσεως, ἀνάθεμα Κτησίππου Χίου· ἄλλο εἰκονικὸν ἐπὶ βάσεως, ἀνάθε-
μα Κτησίππου Χίου μελανηφόρου. ἐν τῶι παστοφορίωι· κλίνην πυ-
ξινόποδα ἔχουσαν ζώιδια ἐν τοῖς ποσίν, ἀνάθεμα Πύρρου τοῦ Με-
νάνδρου. ἐν τεῖ στοᾶι τεῖ κάτω· ζωιδάριον μικρὸν ἐν τῶι τοίχωι
20 ἐπὶ βάσεως, ἀνάθεμα Σωγένου ὑπὲρ τοῦ ὑοῦ· ζώιδια λίθινα δέκα
ἑπτά. ἐν τεῖ ἐξέδραι· ἀπολλωνίσκον λίθινον ἐν τοίχωι, [ἀ]νά[θε]-
μα Πρώτου. καὶ τάδε ἐν τῶι δρόμωι· χαλκᾶ· ἀνδριάντα ἐπὶ βάσεως, ἀνάθε-
μα Διονυσίου τοῦ Ζωίττα· ἄλλα ἀνδριαντίδια δύο μικρά, ἀνάθεμα Ἐλ-
πίνου τοῦ Κλεοδήμου· βοΐδιον μικρόν· δελφῖνα ἐπὶ κιονίου ἀνεπίγραφον·
25 ἀπολλωνίσκον ἐπὶ βάσεως ἔχοντα ἱέρακα ἐπὶ τῆς δεξιᾶς· θυμιατήριον
ἐπὶ βάσεως, ἀνάθεμα Κτησίππου Χίου· τριποδίσκους δελφικοὺς δύο ὧν ὁ εἷς οὐ-
κ ἔχων τὸγ κόσμον, ἀνάθεμα Ἕλληνος· ἄλλον ἀπολλωνίσκον ἐπὶ βάσεως κιθά-
[ρα]ν ἔχοντα καὶ θυμιατήριον ἐπὶ βάσεως, <ἀνάθεμα> τοῦ κοινοῦ τῶν θεραπευτῶν·
[ἄλλ]ο ἀνδριαντίδιον ἐπὶ βάσεως, ἀνάθεμα Χοιρύλου· θυμιατήριον ἐπὶ βάσε-
30 ως λιθίνης, ἀνάθεμα Κάλου Σελγέως· παλλάδιον ἐπὶ βάσεως καὶ θυμιατήριον,
ἀνάθεμα Ἀρίστιδος καὶ Ἀρκούσσης· κρατῆρα μέγαν ἐπὶ βάσεως, ἀνάθεμα Ἕ[λλη]-
νος· κῶνον πρὸς τῶι τῆς Ἴσιδος ναῶι, ἀνάθεμα τοῦ κοινοῦ τῶν θεραπευ-
τῶν. καὶ τάδε [λί]θινα ἐκτὸς τοῦ δρόμου· ζωιδάρια δύο πρὸς τῶι Μητρώιωι,
ἀνεπίγραφα· ἄλλο παιδικὸν δεξιᾶς εἰσιόντων, ἀνάθεμα Σώτ[α]· τύπ[ον ἀρισ]-
35 τερᾶς εἰσιόντων ἐν τῶι τοίχωι καὶ θυμιατήριον χαλκοῦν, ἀνάθεμα Αἰσχύλου
Ἀθηναίου. καὶ τάδε ἐκ τοῦ δρόμου χαλκᾶ· χαλκίον κατωικ[οδο]μη[μέ]-
νον ἐν τῶι ἐσχαρῶνι· λυχνουρέοντες ΔΙ· χαλκωμάτων [θραύματα] ἐν
χαλκίωι παλαιῶι καὶ ἠχρειωμένα ἄστατα. ξύλινα· κλίνη σφιγγόπους
ἀνέντατος· πίνακας ἀναθεματικοὺς παντοδαποὺς οὓ[ς] διὰ τὸ πλῆθος [οὐκ ἐγρα]ψ[ά]-
40 μεθα. καὶ τάδε ἀργυρᾶ· καρχήσιον ἐφ’ οὗ ἐπιγραφή· ἐφ’ ἱεροποιῶν Τιμη-
σιδήμου καὶ Ἱερομβρότου ἐκ τῶν αἱρεσίων, Διὸς Κυνθίου καὶ Ἀθηνᾶς Κυν-
θίας, οὗ ὁλκὴ δραχ. 𐅄ΔΔΔΔ𐅃𐅂𐅂· τοῦτο σταθὲν ἤγαγεν 𐅄ΔΔΔΔ𐅃ΙΙΙ·
φύλακα οὗ ὁλκὴ 𐅂· δάιδια δύο ἄστατα· φιάλην λείαν ὀμφαλὸν ἔχουσαν,
ἀνάθεμα βουλῆς καὶ δήμου, ὁλκὴ δρα. ΔΔΔΔ𐅃𐅂𐅂𐅂· ἄλλην [λείαν ἐφ’ ἧς] ἐπιγρα-
45 φή· ἡ βουλὴ καὶ ὁ δῆμος, ἧς ὁλκὴ δραχμαὶ ΔΔΔΔ𐅃𐅂ΙΙΙΙΙ· τ[ύπιον χρυσοῦν]
ὀφθαλμοὺς ἔχον ἐπὶ σ{επισ}ανιδίου {²⁶σανιδίου}²⁶, ἀνάθεμα Χάρητος· τύπιον ἀργυ-
ροῦν ἐπὶ σανιδίου, ἀνάθεμα Ὀνησακοῦς· δάιδιον ὡς ποδιαῖον περιηργυ-
ρωμένον ἄστατον καὶ ἀνεπίγραφον· τύπια ἀργυρᾶ ὧν ὁλκὴ [δραχμαὶ]
𐅃𐅂𐅂𐅂. καὶ τάδε ἐν τῶι Ἰσιδείωι· τύπιον ἐπὶ σανιδίου, ἀνάθεμα [Ἀγγελί]-
50 δος· ἄλλο ἐπὶ σανιδίου, ἀνάθεμα Εὐπορίας· ἄλλο ἐπὶ σανιδίου, [ἀνά]-
θεμα Εὐτέρπης· δάιδιον περιηργυρωμένον ἐπὶ βάσεως ξυλίνης, [ἀνά]-
θεμα Εὐκλείας· φιάλιον λεῖον ἐμ πλαισίωι ὡς δακτύλων [ἕξ, ἀνάθεμα]
Θερμουθρίδος ἄστατον. χαλκᾶ πρὸς τ[ὰ]ς [ἐξέδρας· πανίσκον ὡς τριῶν]
ἡμιποδίων, ἀνάθεμα Πολιάνθου Ἀθηναίου· κάδον κ[αὶ οἰνοχόην?]
55 vac. ὀφ<θ>αλμοὶ χρυσοῖ ἐπὶ σανιδίου, ἐπιγρ[αφὴ Γαίου Μεσσίου· πρόσω]-
πα δύο ἐμ πλινθείωι Σαραπίδος, Ἴσιδος, ἀνάθεμα [Φιλέου Ἀλεξανδρέ]-
ως· στέφανοι περικεχρυσωμένοι τρεῖς, ἀνάθεμα [Καλλικλέους τοῦ Ἀπολ]-
λωνίου. χρυσᾶ· στεγγίδια τρία ἄστατα, ἀ[νάθεμα Γαίου]· τύπια τέττα-
[ρα] ὧν ὁλκὴ 𐅂· ἄλλο τύπιον ἐπὶ πινακίου· στε[φάνιον] χ[ρυσοῦν τετράφυλ]-
60 [λ]ον ἄστατον· σαγγαικὸν βεβαμμένον κ[όκ]κιν[ον ἐν] κ[ιβ]ωτ[ί]ωι, [ἀνάθεμα]
Ἡρακλείου· στεφάνι̣ο̣ν ἐν τῶι Ἀνουβιδείωι φύ[λλα ἔχον δέκα· ἄστατα. ἐν]
τῶι Ἰσιδείωι· πίναξ ἐπίχρυσος, ἀνάθεμα Δημέου τοῦ Ἀριστοκράτου·
Ἀθηνᾶ χαλκῆ [ἐπὶ στηλ]υδρίου, ἀνάθημα Ἑρμογ[ένου Ἀλεξα]νδρ[έως]·
ἄλλο ἀνδριαντίδιον ἐν τῶι ἐξεδρίωι ὡς δακτύλων [— —, ἀνάθεμα]
65 Ποπλίου Αἰμυλίου· ἀργυρᾶ· ποτήριον ῥοδιακὸν [ἐφ’ οὗ ἐπιγραφή· τὸ κοι]-
νὸν τῶν θεραπευτῶν, ὁλκὴ δραχμαὶ ΔΔΔΔ· φιάλην [λείαν ὀμφαλὸν ἔχου]-
σαν, ἐφ’ ἧς ἐπιγραφή· τὸ κοινὸν τῶν θεραπευτῶν [ἐφ’ ἱερέως Κτησίππου]
Ἀνακα<ι>έως, ὁλκὴ δραχμα[ὶ Δ]ΔΔ𐅃𐅂𐅂· ἄλλην λεί[αν ἐφ’ ἧς ἐπιγραφή· τὸ κοι]-
νὸν τῶν θεραπευτῶν, ἐφ’ ἱερέως Ἀμμωνίου, ὁλκὴ [δρα]χ[μαὶ ΔΔΔ𐅃𐅂𐅂ΙΙΙ].
70 καὶ τάδε προσπαρελάβομεν· ποτήριον ῥοδια[κὸν] ἐφ’ οὗ ἐπιγραφή· Σω-
τήριχος οὗ ὁλκὴ δραχμαὶ 𐅄Δ, ἐφ’ ἱερέως Φιλοκράτου· ἄλλο ἐφ’ οὗ ἐπιγρα-
φή· τὸ κοινὸν τῶν θεραπευτῶν ἐφ’ ἱερέως Φιλοκράτου, ὁλκὴ [δραχμαὶ — —]·
κηρύκειον οὗ ὁλκὴ 𐅂𐅂𐅂ΙΙΙ· σπάθιον ἐπὶ ταινιδίου ἄστατον· τύπια τρία
[κ]αὶ π[ο]δάρια δύο. ἐν τῶι Ἰσιδείωι· ἀργυρᾶ ἄστατα· φιάλην λείαν [ὀμ]-
75 φαλὸν ἔχουσαν ἐμ πλινθείωι, ἀνάθεμα Ὀλύμπου Καρυστίου, ὁλκὴ [ὡς ἡ]
ἐπιγραφὴ ΔΔ ἄστατον, ἐφ’ ἱερέως Φιλοκράτου· [ἄλλην] ἐμ πλινθείωι, πρώσωπα
ἔχουσαν τρία, ἀνάθεμα Δαφνίδος, ἐπὶ σανιδίου· δακτύλιος χρυσοῦς [ἐπὶ]
σανιδίου λίθον ἔχων, ὁλκὴ ὡς ἡ ἐπιγραφὴ 𐅂ΙΙΙ· φιάλιον ἀργυροῦν [ὡς δακτύ]-
λων [ἕξ], ἐπιγραφή· Εὔτυχο[ς Δά]ζου Τερ․․․τινος ἄστατον· λαμπάδα,
80 ἀνάθεμα vac. Βερενίκης, ἄστατον· τύπια ἐπὶ σανιδίου ἀργυρᾶ δέκα· στέφ[ανον χρυ]-
σοῦν, ἀνάθεμα Νικομένους Ἐλεάτου ἄστατον, ὁλκὴ κατὰ τὴν ἐπιγραφὴν
𐅂Ι̣, ἐφ’ ἱερέως Σαραπίωνος· καὶ ἐπὶ σανιδίου ὀφθαλμοὶ δύο. ἐν τῶι τοῦ Ἀνού-
[βι]δος· φιάλιον ἐν πλινθείωι ὡς ποδιαῖον, ἀνάθεμα Θεοφραστίδ[ου, ὁλκὴ ὡς ἡ ἐπιγρα]-
[φ]ὴ Δ, ἄστατον, ἐφ’ ἱερέως Λέον̣τ̣ο̣[ς? ․․․․․․]ι̣ο̣υ̣· φίαλιον λεῖον ὡς δακτύλων ἕ[ξ],
85 ἐφ’ οὗ ἐπιγραφή· ἐφ’ ἱερέως ․․․․․․․․․․․․․Η̣· ζώιδια λίθιν[α τρία, ἀνάθεμα Ἀρίστωνος],
ἐφ’ ἱερέως Φιλοκράτου. ἐν τῶι Σαραπιείωι· πρὸς τῶι ναῶι· Ἑρμῆς χαλ[κοῦς ἔχων]
κηρύκειον, ἀνάθεμα Ἀριστο[φάνους]. ἐν τῶι προν[ά]ωι· ἔρωτε[ς χαλκοῖ δύο. ἐν τῶι]
ναῶι· φιάλην ἀργυρᾶν ἐν π[λινθ]είωι ὡς δακτύλων ὀκτώ, [ἀνάθεμα Γνα]-
ίου Πετενναίου, [ἄστατον. ἐν τ]ῶι πρυτανείωι· χαλκᾶ· Ἑστίαν ὡς δί[πουν]
90 [ἐ]πὶ βωμίσκο[υ λιθίνου καθη]μένην κα<ὶ> ἐπὶ βάσεως λιθίνης· ἀπ[ολλωνίσκ]ον
ἀρχαικὸν ὡς π[οδιαῖον καὶ] θυμιατήριον πομπικὸν ὡς τριημιποδι[αῖον· Ἑρ]-
μᾶς ἐπὶ βάσ[εων λιθίν]ων πέντε· σατυρίσκον ὡς τριπάλ[ασ]τον [φέρον]-
τα κρατηρί[σκον ἐπὶ] βάσεως λιθίνης· ὀμφαλὸν καὶ φύλακα περὶ αὐτόν·
τράχηλ[ον?· ἀπολ]λωνίσκον ἐν θυρίδι καθήμενον ἐπ’ ὀμφαλοῦ
95 ὡς δίπου[ν· ἄλλον? — — ἐν θυρίδ<ι> ἐπιβεβηκότα ἐπ’ ὀμφαλοῦ λιθίνου· στέφα-
νον ν̣ — — — — ἐν τῶι προδόμωι· Ἑρμῆν ὡς δίπουν ἐπὶ βάσεως λιθίνης
ἔχ[οντα ․․․․․․]ιον κ̣α̣ὶ̣ προσανακεκλιμένον πρὸς δενδρυφίωι ․․․․․
[․․․․․ περι]ραντήριον ἔχον ὦς ἓν ἐφ’ οὗ ἐπιγραφή· [ἱε]ρὸν Ἀπ[όλλω]-
[νος. ἐν τεῖ αὐ]λεῖ· Ἑρμᾶς τέτταρας ἐπὶ βάσεων λιθίνων. [ἐν τῶι ἀρχείωι]·
100 Ἑστ[ίαν] ὡς διποῦν ἐπ’ ὀμφαλοῦ καθημένην καὶ ἐπὶ β[άσεως λιθίνης].
[ἐν τῶι] προδόμωι· Ἑρμᾶς δύο ἐπὶ βάσεων λιθίνων· ἄλλον ὡς
π[οδιαῖ]ο̣ν βάσιν οὐκ ἔχον· λεπίδ<α>ς ἀσπίδων· λημνίσκου̣ς. [ἐν τῶι Ἀσ]-
κ[λ]ηπ[ι]είωι· χρυσᾶ ἄστατα· δακτύλ[ιο]ν ἐπὶ ταινιδίου λίθο[ν] ἔχοντα, ἀνά-
θεμα Λυσιδίκης τῆς Ἀπημάντου. ἀργυρᾶ ἄστατα· φιάλην φ[ο]λιδωτὴν
105 ὡς ποδιαίαν ἐμ πλινθείωι· σκάφιον λεῖον ὡς δακτύλων ἕξ, ἀνάθε-
μα vac.· φιάλιον μικρὸν ὡς παλαστῶν δύο ἐμ πλινθείωι, ἀνάθεμα
Ἀριστοθάλου· ἄλλο φολιδωτὸν ὡς δακτύλων δέκα ἀ[νεπίγρα]φον·
[ἄλλ]ο λεῖον ὡς δακτύλων δέκα ἀνεπίγραφον· [φιά]λην [ὡς πα]λαστῶν
τριῶν ἀνεπίγραφον· σκάφιον ὡς δακτύλων ὀκτὼ ἐμ πλινθείωι, ἀνάθεμα
110 Βουληκράτου· φιάλιον ὡς δακτύλων ὀκτὼ ἐμ πλινθείωι, ἀνάθεμα [Μνησ]ι-
κλείδου· φιάλην λείαν ὡς παλαστῶν τριῶν ἐμ πλινθείωι, ἀνάθεμα Κλεοκρίτου·
ἄλλην ὡς παλαστῶν δυ{ο}εῖν {²⁶δυεῖν}²⁶ ἐμ πλινθείωι ἀνεπίγραφον· ἄλλην ὡς δακτύ-
λων ὀκτὼ ἐμ πλινθείωι ἀπὸ τῶν δερμάτων· φιάλιον μικρὸν ὡς δακτύλων
τριῶν, ἀνάθεμα Γο̣ρσ̣α?· φιάλην λείαν ὡς δακτύλων ὀ[κτώ, ἀνάθεμα Κλε]ο-
115 κρίτου· ἄλλην λείαν ὡς δακτύλων δέκα, ἀνάθ<εμα> Σκυλλίχου ἀπὸ τῶν δερ-
μάτων· ἄλλο φιάλιον ὡς παλαστῶν [δ]ύ̣ο̣ ἐμ πλινθείωι, ἀνάθεμα Ἀριστο-
βούλου· ἄλλο καρυωτὸν ὡς δακτύλων ἓξ ἐμ πλινθείωι, ἀνάθεμα Ε̣ΙΧ̣ΕΙ․․
ου· φιάλην καρυωτὴν ἐπὶ κιβωτίου ὡς παλαστῶν ὀκτώ· ἔλαττον τεττάρων ἐμ πλιν-
θείωι, ἀνάθεμα Γερύλλου· φιάλην φολιδωτὴν ὡς παλαστῶν τριῶν [ἐμ πλινθεί]-
120 ωι, ἀνάθεμα Δημητρίου· ἄλλο φιάλιον λεῖον ὡς παλαστῶν δύο ἐμ πλινθείωι,
ἀνάθεμα Κριτοβούλου· ἄλλην φιάλην καρυωτὴν ἐπίχρυσον ὡς παλαστῶν τριῶν
ἐμ πλινθείωι, ἀνάθεμα Ἀρισταγόρη̣ς· ἄλλο ἔχον ζώιδια ἕξ — — — — — — — —
ὡς παλαστῶν τετ<τ>άρων ἐμ πλινθείωι, ἀνάθεμα Γ[ερύλλου· ἄλλο λεῖον]
[ὡ]ς δακτύλων ὀκτὼ ἐν πλινθείωι ἀ[πὸ τῶν δερ]μάτων, [ἀνάθεμα — — —]
125 ․․νου· τοῦτο ἦν ἐπ’ ἄρχοντος Παρμε[νίωνος· ἄλλο λεῖον ὡς δακτύλων]
[ὀ]κ[τ]ὼ ἐμ πλινθείωι, ἀνάθεμα Ἀντικράτου· ἄλλ[ο λεῖον ὡς δακτύλων — —],
[ἐ]μ πλινθείωι, ἀνάθεμα Κλεοκρίτου· τούτω̣ν ἐπὶ — — — — — — — — — — — — —
․τοτ̣․․λο̣κ̣ρ̣ου· ἄλλο λεῖον ὡς παλαστῶν δυεῖν ἐμ πλινθείωι, ἀνά[θεμα Θεοδό]-
τ̣ου τοῦ Εὐβίου· ἄλλο λεῖον ὡς δακτύλων τεττάρων ἐμ π[λινθείωι, ἀνάθε]-
130 μα Εὐβούλου· φ̣ι̣άλη<ν> λείαν ὡς δακτύλων τε<τ>τά[ρων ἐμ πλινθείωι, ἀνεπί]-
γραφον· αὕτη ἦν φολιδωτὴ ποδιαία· φιάλη<ν> λείαν [ὡς δακτύλων δέκα ἐμ]
πλινθείωι ἔχουσαν ὀμφαλὸν ἐπίχρυσον, ἀνάθεμα Ἀν[τιγόνου ἀπὸ τῶν γερῶν]·
ἄλλην λείαν ἐμ πλινθείωι ὡς δακτύλων δέκα, [ἀνάθεμα Κλεοκρίτου· ἄλλην ἐμ]
πλινθείωι φολιδωτὴν ὡς δακτύλων ὀκτώ, [ἀνεπίγραφον· μήλην ἐπὶ σανιδίου, ἀνά]-
135 θεμα Ἄ̣κ̣ρ̣ω̣νος τοῦ Ἐπαμείνονος· θυμιατή[ρι]ον οὗ [ὁλκὴ δραχ<μαὶ> 𐅄ΔΔ𐅃𐅂𐅂]
σὺν τοῖς ὑπὸ τοὺς πόδας βασιδίοις χαλκοῖς· τέτραχ[μον λυσιμάχειον ἐπὶ ταινι]-
δίου προσηλωμένον, ἀνάθεμα Ν̣ο̣υ̣κρ̣ίτης? στέφανον [ὃν ἔχει ὁ θεὸς φύλλα ἔχον]-
τα 𐅄ΔΙΙ ἐπικεχρυσωμένον καὶ δαφνίδας δέκα [δύο ὧν ὁλκὴ ΙΙΙΙ· καὶ ἄλλα]
ψηγμάτια ἀργυρᾶ ἐμ πυξιδίωι ὧν ὁλκὴ 𐅂𐅂𐅂· ἄλλα [— — — — — — — — — —· Ἀπόλ]-
140 λωνα ἔχοντα φαρέτραν καὶ τόξον καὶ φιάλιον ἐπηρεισμένον [ἐπὶ κιονίου χαλ]-
κο[ῦ], ἀνάθεμα Γερύλλου· βοΐδιον ἐπὶ βάσεως λιθίνης, [ἀνάθεμα Οὐίου Ῥωμαίου]·
θυμιατήριον πομπικὸν ἔχον ἓν ὦς· ἐπίπυρον· σικύαν· ἱπποκέντα[υρον ἔχον]-
τα δάιδια ἐπὶ βάσεως λιθίνης, ἀνάθεμα Γερύλλου· πυξίδα ἐλεφαντίνην
․․․․ ὁ θεός· ἄλλα θ̣η̣λυκὰ ζῶια τέτταρα· ζῶια τρία παιδικὰ ὧν ὁλκὴ Η·
145 πίνακας εἰκονικοὺς 𐅄ΔΔΔΔ𐅃ΙΙ· τὸ θύρωμα τοῦ ναοῦ ἔχον ἥλους χαλκοῦς·
[κλεῖ]ν ἀνάπαιστον λαβὴν ἔχουσαν ξυλίνην. ἐν τῶι οἴκωι ἀριστερᾶς εἰσι̣-
[όντ]ων εἰς τὸ ἱερόν· τράπεζαν λιθίνην κατεαγεῖαν· ἀσκληπιοὺς λιθίνους τρεῖς
[ὧν τὸν] ἕνα ἐλάττονα· ἀπόλλωνα λίθινον. καὶ ἐν τῶι ν[α]ῶι τοῦ Ἀσκληπιοῦ· φιά[λην]
․․․․․ι̣δ̣ος ἀνάθεμα Πασιτίμου. καὶ προσπαρεδώκαμεν· φίαλην ὡς [δακτύ]-
150 λων δέκα πρόσωπον ἔχουσαν, ἀνάθεμα Μόλωνος τοῦ Παρμένοντος
․․․․․․․ ἐν τῶι Ἀρτεμισίωι τῶι ἐν νήσωι· ἀργυρᾶ· φιάλην ἐπίχρυσον
ἔχουσαν [ζώι]δια Ἀπόλλωνα καὶ Ἄρτεμιν, ἀνάθεμα Θεοτίμου τοῦ — — —,
τὴν διάμετρον ὡς ποδιαίαν· ἄλλο φιάλιον ἐπίχρυσον ἔχον τὸ ἔδαφος
ὡς δακτύλων ἕξ, ἀνάθεμα Ἱέρωνος· ἄλλην φιάλην ἐμ πλινθείωι, ἔχουσαν
155 Ἀπόλλωνα καὶ Ἄρτεμιν, ἀνάθεμα Πιστοξένου· ἄλλην καρυωτὴν πρόσω-
πον ἔχουσαν Ἀρτέμιδος, ἀνάθεμα Ἀθηνίωνος, ὡς παλαστῶν τριῶν·
ἄλλην καρυωτὴν ὡς δακτύλων δέκα δύο, ἀνάθεμα Καλλιφάνου Ἀμορ-
γίου, διαπεπτωκό[ς] ἐστι ΘΡ̣Α̣ΚΑ̣ Μ̣ε̣γαρέως ΔΔΔ· ἀσπιδίσκιον, ἀνάθεμα Ἀριστακοῦς
τῆς Φίλωνος, ὡς δακτύλων τριῶν· φιάλιον μικρὸν πρόσωπον ἔχον Διονύσου,
160 ὡς δακτύλων τριῶν, ἀνεπίγραφον· ἄλλο μικρὸν πρόσωπον ἔχον Γοργόνος,
ὡς δακτύλων τεττάρων, ἀνάθεμα Εὐβαίωνος· ἄλλ[ο] ὡς δακτύλων ἕξ, ἀνά-
θεμα Νυμφοδώρου· ἄλλο λεῖον, ἀνάθεμα Ἀριστοβούλης ἔχον πρόσω-
πον Παλλαδίου, ὡς δακτύλων τριῶν             vac.
col. II.1 ἄλλην [καρ]υωτὴν —
τριῶν ἐμ πλινθείωι —
ἡ μήτηρ Διονυσίου καὶ Καλλιφρονίδος· φιά[λην]
ὡς ποδιαίαν, ἀνάθεμα [Δ]ίωνος τοῦ Στράτωνος —
5 πλινθείωι, ἀνάθεμα Λυσακοῦ· φιάλην λείαν π̣ —
δακτύλων δέκα {ὡς δακτύλων δέκα} αὐτῆς —
ἀπὸ τῆς χειρὸς καὶ ηΙ․․․․․․․․𐅃ΙΙΙ· σκάφιον ἔχον —
π̣ρ̣ό̣σ̣ω̣π̣ο̣ν̣ ἀνέθηκεν Π․․․․․․ Ἀστυπάλαιος̣· σ․ι —
․․․․․α περίχ̣υτα ὀκτώ, ἀνάθεμα Ἅ̣ν̣[ν]ωνος Κ —
10 — — 8 — — ἀργυρ․․․․․․․σαι ἐπὶ τῆς τραπέζης —
𐅃𐅂𐅂𐅂ΙΙ· καὶ ἐκτὸς τοῦ τρυφάκτου· φιάλην φολιδωτὴν —
πλ̣υ․․․․․ του․․πτωιος Ἀστυπάλαιος, τὴν διάμ[ετρον ἔχουσαν? ὡς πο]-
διαίαν· ἄλλην καρυωτὴν ἐμ πλινθείωι, ἀνάθε[μα — — — — — πά]-
λαστον· ἄλλην λείαν ἐμ πλινθείωι, ἀνάθεμα Φ̣ι̣ — — — — — — — —
15 ․․του․․․․․․․ δίκρουνον ἔχοντα ἐλαφίου κεφαλὴν — — — — — — — —
φιάλην λείαν, ἀνάθεμα Σατύρου τοῦ Τερ̣η̣κλέους [— —· ἄλλην? — — —]
— — — ἀνάθεμα Μνασέα Ἠλείου ὡς διπάλαστο[ν — — — — — — — — — — οὐκ ἦν συνι]-
δεῖν τὴν ἐπιγραφήν, ὡς δακτύλων ἕξ· ἄλλην λείαν [— — — — — — — — — — ὡς]
δακτύλων ἕξ· <ἄ>λλη ἔχουσ<α> ἐν αὑτῆι στέφανον ἐπίχ[ρυσον· οὐκ ἦν συν]-
20 ιδεῖν τὴν ἐπιγραφήν, ὡς διπάλαστον· ἄλλη λεία — — — — — — — —, ἀνάθημα — —]
Ἀτηνίου Χίου, ὡς δακτύλων ἕξ· ἄλλη [πρόσ]ωπον ἔχουσ[α — — — ἀνέθηκεν?]
Παπᾶς Φιλεταίρου Παφλαγὼν Ἀρτέμιδι Ἑκάτει — — — — — — — — — — — —· ἄλλη]
λεία ὡς διπάλαστος, ἀνάθεμα Ἀφθονήτου· ἄλλη λεία, <ἀ>νάθεμα — — — — — — —
καὶ Μικ․․․․․․․․․ΙΙ· ἄλλη [λεί]α, ἀνάθεμα Φίλης Κώιας — — — — — — — — — — —
25 [ὡς δακ]τύ[λων] τρι[ῶν]· ἄλλο λεῖον ὡς τριπάλαστον, ἀνάθεμα — — — — — — — —
․․․․ πρόσωπον ἔχον Ἀπόλλωνος, ἀνάθεμα Φίλωνος· ἄλλην λ[είαν ὡς]
δακτύλων τεττάρων· ἄλλην λείαν ὡς τριπάλαστον, ἀνάθεμα Αὐτο — — — — — — —
— — — — — — — — — — — — — — — — — — — ὡς παλαστῶν δύο, ἀνάθεμα — — — — — —
— — — — — — — ὡς διπάλαστον, Ἀρτέμιδι εὐχήν· ἄλλο λεῖον οὔτε — — — — — — — —
30 [— — — — — — — — — — — τ]ὰ προ[σανα]τεθέντα ἐπ’ Ἀχαιοῦ ἄρχοντος ὑπὸ ․․․․․
— — — — — — — — — — — — — — — — — — — τύπια τῶν προϋπαρχόντων ἀπὸ το․․․․․
ἕξ· ταῦτα ἐστάθη ἐπὶ τοῦ αὐτοῦ καὶ ε̣ὗρεν σὺν τοῖς ἀποβε[β]λη[μένοις]
δραχ. 𐅂𐅂· ἀπάγει ΙΙΙ· ἀσπιδίσκιον ἐπὶ — — — 12-15 — — — απιον ἄστατον· φιάλην κα[ρυω]-
τὴν ἔχου[σαν] πρόσωπον, ἀνάθεμα Δη̣λ̣ι̣[άδ]ων?, ἧς ὁλκὴ δραχ. 𐅄ΔΔΔ𐅂𐅂· τύπιον
35 — — — — — — — — — — — — — — — — — — — — — — — — Ἄρτεμιν· φι̣α̣λ̣[— —, ἀν]άθεμα Κλει-
— — — — — — — — — — — — — — — — — — — — — ἀνάθεμα [Πει]σι[κρα]τείας τῆς
— — — — — οὗ ὁλ<κὴ> 𐅄ΔΔ․․𐅂𐅂․․· ἀρτεμίσιον οὗ ὁλκὴ δραχ. ΗΔΔ𐅃𐅂𐅂𐅂𐅂·
τύπια ΔΙ̣Ι̣ ἄστατα καὶ ․․․․․․․λλ̣․․ιοις· ὀφθαλμοὶ τέτ<τ>αρες — — — — —.
καὶ τάδε χρυσᾶ· στέφ[ανον ὃν ἡ θ]εὸς ἔχει ἐπὶ τῆς κεφαλῆς νίκας ἔχοντα
40 πτελεΐνας δέκα [σ]ὺν [τοῖς ἀποθρα]ύμασιν καὶ λίνωι δραχ. ΔΔΔ𐅂𐅂𐅂𐅂· ἄλλον δρύϊ-
νον ὑπ[άργυρον? — — — — — — — — — —] σὺν τῶι λίνωι καὶ τοῖς ἱμανταρίοις οὗ ὁλκὴ
— — — — — — — — — — — — — — — — — — — — — δραχ. Δ𐅃Ι𐅂Ι· νίκας ἃς ἔχει ἡ θεὸς ὧν ὁλκὴ
[․․․․․․· δα]κτύλιος ἔχων τὴν σφενδόνην διαβεβρωμένην καὶ — — — — — — — —
— — — — — — — — γυναικεῖον ζώιδιον οὗ ὁλκὴ σὺν τῶι [λίθ]ωι 𐅂𐅂𐅂ΙΙΙΙ𐅁·
45 — — — — — — ὁλκὴ σὺν τοῖς λιναρίοις δραχ. 𐅂𐅂𐅂𐅁· ἀμφιδέξια δύο καὶ
[— — — — — — ὁ]λκὴ Ι̣Ι̣Ι̣𐅁̣𐅀̣· περιχειρίδιον ἓν καὶ ἁλυσίδιον ὧν ὁλκὴ σὺν τοῖς
[— — — — — — — — — — — — — — — διαπε]πτ[ω]κὸς καὶ τύπιον καὶ κίρ[κο]ι δύο καὶ ἐνώι-
[δια στρογγύλα δυο — — — — — — — — —]νου ἕξ, ὧν ὁλκὴ 𐅂𐅂ΙΙ𐅁· στλεγγίδιον <διαπ>επτωκὸς
— — — — — — — — — — — — λιλιοι ἄστατον· περίχειρον οὗ ὁλκὴ δραχ. 𐅂𐅂𐅂 ἀκρι-
50 [βεῖς — — — — — — — — — — —]α δύο ὧν ὁλκὴ 𐅂, ἀπάγει ΙΙ. καὶ τάδε χαλκᾶ·
[ἀρτεμίσιον] ἐπὶ βάσεως λιθίνης καὶ κυνάριον παρεστηκός· ἄλλο ἀρτε-
[μίσιον — — — — — — — — — — — — —]· ἀρτεμίσιον ἐπὶ βάσεως χαλκῆς· κυνάριον
[παρεστηκός· λιβανωτίδα ἔχουσαν νίκη]ν ἐπὶ τοῦ πώματος θωρακαίαν· θυμια-
[τήριον — — — — — — — — — — — —] ἀετός· κυνάριον μελιταῖον· ἀρτεμίσιον ἐπὶ
55 [βάσεως λιθίνης, ἀνάθε]μα Ὀνομακρίτης· μικρὸν ἀλεκτρυόνα καὶ ἄλλα χαλκώ-
[ματα· ταῦτα ἐν] τῶι κρατῆρι· ἀετὸς ἐπὶ ταινιδίου. ἐπὶ τοῦ τρυφάκτου·
θυμιατήριον [πομπικόν]. ἐπὶ τῆς τραπέζης· ἀρτεμίσιον ἐπὶ βάσεως λιθίνης
[ἔχον ἐν ἑκατέραι δᾶι]δα καὶ παρέστηκεν κυνάρια δύο, ἀνέθηκεν Ἀφθόνη-
[τος· ἀρτεμίσιον] τ[ὸ μετ]ενεχθὲν ἀπὸ τοῦ βωμοῦ, ἀνάθεμα Ἀσκληπιάδου·
60 [— — — — — — — ἔ]λασ̣μα λαμπάδος σιδηρᾶς, ἀνάθεμα Τεισάνδρου·
κάτροπτον τ[ετράγ]ωνον· λύχνοι μονόμυξοι δύο· νίκη πτέρυγα μίαν ἔχουσα·
λιβανωτίδι[ον· κυνά]ριον, ἀνάθεμα Λεύκιου· λύχνοι τρίμυξοι δύο καὶ δίμυ-
ξοι ․․․· πινακίσκος ἔμ̣βλη<το>ς· θυμιατήριον ἀρτεμίσιον διεζωμένον [ἔχον]
[κ]αὶ α[․․․․․․․, ἀνάθημα Εὐ?]κράτου· ἀπολλωνίσκος, ἀνάθεμα Περιάν-
65 δρου, ἐπὶ βάσεως λιθίνης· ἐλάφιον καὶ κυνάριον ἐπὶ βάσεως λιθίνης, ἀνάθε-
μα Ἀγάθ[ωνος· ἀνδ]ριαντίδιον ἔχον ἐν τεῖ χειρὶ πῆχυν σιδηρᾶν καὶ
χελώνην, ἀνάθεμα Νικομάχου· ἀρτεμίσιον ἐπὶ βάσεως λιθίνης δᾶιδας
[ἔχον ἐν ἑκα]τέραι [τῶν χειρῶν]· τὸ ἄγαλμα τῆς θεοῦ καὶ κύων φύλαξ παρεστη-
κὼς εχ․․․․ξ̣ιων· καὶ ἄλλα ζώιδια ὑγιῆ ἐννέα καὶ ἄλλα κολοβὰ δέκα ἕξ·
70 — — — — — — — — — — — — — — — — χλιδῶνα ὑάλινον. καὶ τάδε ἐκτὸς τοῦ
— — — — — — — — — — — — — λου λιθίνου· ἄλλη ἐπὶ βάσεως, ἀνάθεμα Γε̣ρ̣ύ̣[λ]-
[λου· ․․․․․․]εις ἀργυροῖ δέκα πρὸς τῶι βωμῶι· ἔλαφοι δύο πρὸς τῶι βωμῶι ἐπι-
— — — — — — — — ε̣ρ̣ο̣ν̣κ․․․ καὶ ἐν τῶι οἴκωι τῶι παρὰ θάλατταν· κ̣α̣δίσκο̣ι(?) ․․
[— — — — — — — ἐν τῶι ο]ἴκωι τ[ῶι] ἐναρίστερα τοῦ ναοῦ· κλῖναι ἐννέα· τράπε-
75 ζαν λιθίνην. ἐν τῶι οἴκωι ․․․Λ̣Ι̣Ε̣ΡΟΥΣ· κλί{κλι}νη {²⁶κλίνη}²⁶ μία. ἐν τῶι Ξενοκράτου οἴκωι·
κλῖναι δύο καιναί· παλαιαὶ 𐅃· τριόδοντες τέτταρες ὧν ὁ εἷς ἄνευ ὀδόν-
τ[ων — — — — — — — — — — — —]· διφρία ξύλινα δύο· δίφρος εἷς· λυχνία σιδηρᾶ·
κλεῖδες τοῦ ἱεροῦ. ἐπὶ Καλλιστράτου ἄρχοντος Σκιροφοριῶνος, τάδε ἐμίσθωσαν οἱ κε-
χειροτονημένοι ἐπὶ τὰ ἱερὰ καὶ ἐπὶ τὴν φυλακὴν τῶν ἱερῶν χρημάτων καὶ τὰς ἄλ-
80 λας προσόδους [Καλλίας Θρα]σίππου Γαργήττιος καὶ Ἐφιάλτης Ἀσκληπιάδου Συβρίδης
[κ]α[ὶ? ἀνέγρ?]αψ̣αν κατὰ τὴν ὑπογεγραμμένην συγγραφὴν ὧν τε ἐξήκουσιν
οἱ [χρόνοι? καὶ τῶν τετελευτ]ηκότων καὶ τῶν ἀπεληλυθότων ἐκ τῆς νήσου.
χωρίον τὸ [— — — — — — — ὃ] ἐμεμίσθωτο Διοσκουρίδης ἐ<γ> Μυρρινούττης, διὰ τὸ
ἐξεληλ[υθέναι τὸν χρόνον, ἐμισ]θώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον
85 [ἄρχοντα — — — — — —] ἐγ Μυρρινούττης δραχ. 𐅄𐅂 τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητ[ὴς]
— — — — — — — — — — ἐγ Μυρρινούττης. χωρίον τὸ καλούμενον πωρίνην
ὃ ἐμεμίσθωτο Ἀ․․․πων Ἐπι[κ]ού̣ρου Πάριος, διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, ἐμισ-
θώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Κτησωνίδης Ἀπολλωνί-
[δ]ου — — — — — — δρα[χ. — — — — — —] τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητὴς Νίκανδρος Ἀ̣ρ̣[η]-
90 [σιμβρότου Ἀχαρνεύς. χωρίον ἐν Ῥην]είαι τὸ καλούμενον Πάνορμον, ὃ ἐμεμίσθω-
το Διονύ[σιος — — — —], διὰ τὸ ἐξ[ελη]λυθέναι τὸν χρόνον, ἐμισθώσατο εἰς ἔτη πέ[ν]-
τε τὰ μετὰ Καλλίστρατον ἄρχοντα ἐφ’ ὧι τε ἐπισκεῦαι τὸμ πύργον καὶ οἰκοδομ[ῆ]-
[σαι — — — — —]ττ[— — — — — — Ἐρμαιεὺς δραχμῶν ΗΗ𐅄𐅃 τὸν ἐνιαυ-
τὸν ἕκαστον· ἐγγυητὴς Ἡραῖος Ἀπολλοδώρου Σουνιεύς· χωρίον ἐν Ῥηνεία<ι> τὸ καλού-
95 μενον Διονύσιο̣ν ὃ ἐμεμίσθωτο Νίκανδρος Ἀρησιμβρότου Ἀχαρνεύς, διὰ
τὸ δὲ ἐ[ξεληλυθέ]ναι τὸγ χρόνον {διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον} ἐμισθώσατο
[εἰς ἔτη πέντε τὰ μετὰ] Καλλίστρατον ἄρχοντα Εὐκλῆς Ἡρακλείδου Ταραντῖνος
ΗΗ̣Η̣Η̣𐅄𐅃 τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυ. Νίκανδρος Ἀρησιμβρότου Ἀχαρνεύς·
κῆπον τὸν καλούμενον Λυκώνειον ἐμεμίσθωτο Ἄπολλα μετὰ τοῦ κυρίου,
100 ἧς κύριος Ἐχέδημος Σουνιεύς· διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, [ἐμισθώσα]-
το εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Ἑρμαῖος ․․․․․․․․
ν̣[․․ Σι]δ̣ήτο[υ?] δραχμῶν 𐅄ΔΔ τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγ[υητὴς ․․․․․․․․․]
․δ․η̣․․․αν̣ου Σιδήτης· κῆπον τὸν καλούμενον Θεανδριδῶν, [ὃν ἐμεμίσθω]-
το Ὀνάνιμος, οὗ κύριος ἦν Ο̣․․․․α̣ρ̣ε̣ύς, διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, [ἐμισθώσατο]
105 εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Ἀντίπατρος Ἀντι[πάτρου ․․․․]
ο̣ς δραχμῶν ΗΗΔ τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητὴς Πάπυλος Π[απύλου?]
Στρατονικεύς· κῆπον ἐν Ἀντίπ̣ερσιν, ὃν ἐμεμίσθωτο Διογείτ[ων ․․․․]
․․․․․α̣τεύς, διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, ἐμισθώσατο εἰς ἔτη πέν[τε]
τὰ μετὰ Καλλίστρατον ἄρχοντα Εὔνους Φίλωνος Ἀντιοχεὺς δρα. Η𐅄Δ𐅂
110 τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητὴς Γηρόστρατος Θεοδότου ἐγ Μυρρινούττης· κῆ-
πον τὸν πρὸς τῶι νεωρίωι ἐμεμίσθωτο Ἀνδροκλῆς <Ε>ὐμνήστου ἐξ Οἴου· διὰ τὸ ἐξελ<ηλ>υθέ-
ναι τὸν χρόνον ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Δημή-
τριος — — — — — Φυλάσιος δραχ. ΗΔΔΔ𐅃𐅂 τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητὴς Σα-
ραπίων Μι․․․․․ Ἡρακλεώτης· κῆπον τὸμ πρότερον προσόντα τῶι ἱπποδρόμωι
115 [ἐμεμίσθωτο] Μῆνις ἐγ Μυρρινούττης· διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, ἐμισθώσα-
το [εἰς ἔτη πέντε τὰ] μετὰ Καλλίστρατον ἄρχοντα Σώφρων Αὐτοκλέους Ἀμόρ-
γιος δραχ. ι․𐅃𐅂 τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυητὴς Σωτήριχος Β̣α̣χ̣χ̣ί̣ο̣υ̣ [Νεα?]π̣ολί-
της· τοῦ ․․υ— — — — — τὸ ἄνω μέρος καὶ τὸ προσευρεθὲν ν̣ε̣ωρίδιον καὶ τὸ̣ ․․υγ̣-
․․υτ․․․․ τ[ὸ προσ]ὸν τῶι νεωριδίωι, ὃ ἐμεμίσθωτο Φιλοκράτης Εὑρήμονος [Σαλα]μίνιος,
120 [διὰ τὸ ἐξεληλυ]θέναι τὸγ χρόνον, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μ[ετὰ] Καλλί-
[στρατον ἄρχ]οντα Φιλοκράτης <Ε>ὑρήμονος <Σ>αλαμίνιος δραχμῶν ․․․․𐅂𐅂𐅂𐅂 τὸν
[ἐνιαυτὸν ἕκαστον· ἐγγυ]ητὴς Ἀσκληπιάδης Νικοδήμου Ἀπολ[λωνιε]ύς· τὸ κάτω
[μέρο]ς τοῦ ․․․․․․․είου καὶ τὴν προσοῦσαν αὐτῶι συνοικίαν, ἃ ἐμε[μίσθω]το Εὑρήμων Ζ[ή]-
[νωνο]ς Ἀναφλύστιος, διὰ τὸ ἐξεληλυθέναι τὸγ χρόνον, ἐμ[ισθώσα]το εἰς ἔτη πέντ[ε]
125 [τὰ μετὰ] Καλλίστρατον ἄρχοντα Σωτὴρ Νέωνος Ἀ[ναγ]υράσιος δραχ(μῶν) ΗΗΔΔ𐅃
τὸν ἐνιαυτὸν ἕκαστον· ἐγγυ. Ἑρμαῖος Δημητρίου Κικυννεύς· κῆπον τὸν πρὸς
․․ν․τα․․․․, ἐμεμίσθωτο Μένων, διὰ τὸ δὲ ἐ[πι?%⁸¹]μισθῶσαι τοὺς ἐπὶ
[τὰ ἱερά? — — — — —] τόκου [τὸν] ἐνιαυτόν, ἐμισθώσατο Μενεκράτης Ἡρακλείδου
[Ταραντῖνος] εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα τὸν ἐνιαυτὸ[ν]
130 [ἕκαστον δραχμῶν — — —]𐅂𐅂Ι· ἐγγυητὴς Ἀθηναγόρας Ἀθηναγόρου Αἰθαλίδη[ς]·
— — — — — — — — — — —· ΕΙ̣Κ̣․․Χ̣ΙΩΙ, ἐμεμίσθωτο Ἰάσων Πάτρωνος ἐγ Μυ[ρ]-
[ρινούττης, διὰ τὸ ἐξ]εληλυθέναι τὸγ χρόνον, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετ[ὰ]
[Καλλίστρατον ἄρχ]οντα Ἰάσων Πάτρωνος ἐγ Μυρρινούττης τὸν ἐνιαυτὸν ἕ-
[καστον δραχμῶν ․]ΔΔΔ𐅂𐅂𐅂· ἐγγυητὴς Παυσανίας Μηνοδώρου Μελιτεύς· χωρ[ί]-
135 ον̣ — — — — — — — χ̣ορ̣ε̣α̣ ἐμεμίσθωτο Εὔνους· διὰ τὸ δὲ ἀπεληλυθέναι Εὔνουν ἐκ τῆς
[νήσου, ἐμισθώσα]το εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Ἀφρο-
δί[σιος ․․․․]ιος τὸν ἐνιαυτὸν ἕκαστον δραχμῶν ΗΗ𐅄· ἐγγυ. Μνασέας
Μνασέου Ἀναγυράσιος· κῆπον τὸν Θεανδριδῶν, ὃν ἐμεμίσθωτο Εὐμένης [Ο]ἰ-
ναῖος. διὰ τὸ τετελευτηκέναι Εὐμένη, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ
140 μετὰ Καλλίστρατον ἄρχοντα Ἀγαθοκλῆς Ἀπολλοδώρου Παιανιεὺς τὸν
ἐνιαυτὸν ἕκαστον δραχ. ΗΗ𐅄Δ𐅃· ἐγγυητὴς Σωτὴρ Νέωνος Ἀναγυράσιος·
ἐργαστήριον τὸ ἐχόμενον τοῦ Σωσιλείου ἐμεμίσθωτο Δίων Διονυσίου Τήνιος·
διὰ τὸ [ἀπελη]λυθέναι Δίων<α> ἐκ τῆς νήσο<υ>, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Κα[λ]-
λίστρατον ἄρχοντα Λυσίας Στράτωνος Λαοδικεὺς τὸν ἐν[ι]αυτὸν ἕκαστο[ν]
145 δραχμῶν 𐅄Δ𐅃· ἐγγυητὴς Σάτυρος Λυκαίθου Ν․․․․․ς· οἰκίαν τὴν ἐπι․․․
․․․οις ἐμεμίσθωτο Διονύσιος Νάξιος· διὰ τὸ ἐξα[δυνατ]ῆσαι Διονύσιον,
ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα Ἔφορος Νικάνο-
ρος Πτ̣ε̣λεά̣σ̣ι̣ο̣ς τὸν ἐνιαυτὸν ἕκαστον δραχμῶν 𐅅ΔΔ[․․ ἐγ]γ̣υ. Πρώταρχος
Πρωτάρχου Φρεάρριος· οἰκίαν τὴν πρὸς τῶι ․․․ολω̣ι Μ․․․․․ ἣν ἐμεμίσθωτο
150 [Ἕρμ]ων ἐκ Κοίλης, διὰ τὸ ἀπειθῶσαι Ἕρμωνα, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ με-
τὰ Καλλίστρατον ἄρχοντα Δάμων Πάτρωνος Κοθωκίδης τὸν ἐνιαυτὸν ἕκαστον δραχ.
Η̣𐅄̣𐅃̣· ἐγγυητὴς Αἵμων Πρωτέου Φλυεύς· ἐργαστήριον ὃ ἐμεμίσθωτο Ἀφροδί-
σιος [Δ]ιονυσίου Ἀντιοχεύς, διὰ τὸ δὲ ἀπεληλυθέναι Ἀφροδίσιον ἐκ τῆς νήσου,
ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατ[ον ἄ]ρχοντα Ἕρμων Ἀπολ-
155 λωνίδου Κρωπίδης τὸν ἐνιαυτὸν ἕκαστ[ον δ]ραχμῶν ΗΔΔΔ· vac.
ἐγγυητὴς Δάμων Πάτρωνος Κοθωκίδης· ἐργαστήρι[ον] ὃ ἐμεμίσθωτο Τηρίας, δι-
ὰ τὸ τετελευτηκέναι Τηρίαν, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρα-
τον ἄρχοντα Μητροφῶν Δημητρίου Παιανιεὺς τὸν ἐνιαυτὸν ἕκαστον
δραχ. 𐅄̣𐅃· ἐγγυητὴς Διοκλῆ<ς> Φιλοκλέους Πα[ρι]ανός· συνοικίαν τὴν πρὸς τοῖς
160 Πυλαγόρου ἣν ἐμεμίσθωτο Τιμοκλείδης Χῖος, διὰ τὸ τετελευτηκέναι Τιμ[ο]-
κλείδην, ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίστρατον ἄρχοντα
Βιοτέλης Βιοτέλου Ῥαμνούσιος τὸν ἐνιαυτὸν ἕκαστον δραχμ. 𐅅ΔΔ․․·
ἐγγυητὴς Φίλιππος Φιλίππου Κῶιος· τὸ τεκτ[ο]ν[εῖον ὃ] ἐμεμίσθωτο Δη-
μήτριος Ἡρακλεώτης, διὰ τὸ δὲ τετελευτη[κέν]αι Δημήτριον,
165 ἐμισθώσατο εἰς ἔτη πέντε τὰ μετὰ Καλλίσ[τρατ]ον ἄρχοντα Ἕρμ[ων]
Ἀπολλων<ίδ>ου Κρωπίδης τὸν ἐνιαυτὸν ἕκα[στ]ον [δρα]χμῶν ΗΔΔ·
ἐγγυητὴς <Δ>άμων Πάτρωνος Κοθωκίδης. vacat
face C right.col. II.1 τὸ Κουρεῖ[ον ὃ]
ἐμεμί[σθω]-
το Ἀνδρόν[ικος],
διὰ δὲ τὸ ἐξ[ελ]-
5 θεῖν Ἀνδρόνι[κον]
ἐκ τῆς νήσου [ἐμισ]-
θώσατο εἰς τὸν
κατάλοι[πον χρό]-
νον Εὐπο̣[— — — τὸν]
10 ἐνιαυτὸν ἕ[κασ]-
τον δραχ — — — — —
ἐγγυ. Εὑρ̣[ή]-
μων Ζή[νωνος]
Ἀναφλύστιος·
15 τὸ ἐγδοχ[εῖον]
τὸ ἐν — — — — —
․ΩΝΩΙ ὃ ἐμεμίσ-
θωτο Σ̣άτ̣[υρος?]
διὰ δὲ τὸ [ἐξελ]-
20 θεῖν ἐκ τῆ[ς νή]-
σου Σάτυ[ρον, ἐμισ]-
θώσατο εἰς τ[ὸν κα]-
τάλοιπον χ[ρόνον]
Ἀπέλλης Κ[άλου]
25 Κοθωκίδης [τὸν]
ἐνιαυτὸν [ἕκασ]-
τον δραχ. Η𐅄Δ·
ἐγγυ. vac.
ἐμισθώσαμεν
30 δὲ καὶ τὸν [τόπον?]
τὸν πρὸς τῶι [ἐργασ?]-
τηρίωι τῶι Καί-
βωνος διὰ τ[ὸ ἀ]-
μίσθωτον [τοῦ]-
35 τον εἶναι ․․․․․
δημόσιον εἰς ἔ-
τη δέκα τὰ [με]-
τὰ Καλλίστρατον
ἄρχοντα [ἐφ’ ὧι ὁ]
40 [με]μισθω{ι}μένος? {²⁶μεμισθωμένος}²⁶
οἰκοδομήσε̣ι̣ κ̣αὶ
στεγάσει ἐκ τῶν
ἰδίων ἀρξάμε-
νος ἀπὸ τῆς γω-
45 νίας τοῦ προθυ-
ρίου ἕως ἐπὶ τὸ
Ἀρτεμίσιον τὸ ἐ-
πὶ τῆς τριόδου
καὶ ἀπὸ τοῦ Ἀρτε-
50 μισίου ἕως ἐπὶ
τὴν γωνίαν τοῦ
προοικοδομήμα-
τος τῆς <σ>υνοικί-
ας τῆς Καίβωνο[ς]·
55 διελθόντος δὲ
τοῦ χρόνου πα-
ραδώσει τοῖς ἐ-
πὶ τὰ ἱερὰ γερὰ
καὶ στεγνά· μισ-
60 θωτὴς Γλαῦκος
Γλαύκου Κορίν-
θιος τὸν ἐνιαυ-
τὸν ἕκαστον
δραχ. Η𐅄· ἐγγυ-
65     ητὴς Κρά̣-
της Εὐκράτου
Λακιάδης.
ἐμισθώσαμεν
δὲ καὶ τὸν τόπον
70 τὸν πρὸς τῶι πυ-
λῶνι τοῦ ἱεροῦ
τὸν ἐγγώνιον
τὸν εἰς τὸ δύ-
σμα βλέπον[τα]
75   2 lines vacant
τὸν ὁμότοιχον
τοῖς Θεανδρι-
[δ]ῶν ἐργαστηρίοις
εἰς ἔτη δέκα τὰ
μετὰ Καλλίστρα-
80 τον ἄρχοντα ἐ-
φ’ ὧι τε ὁ μισθωσά-
μενος φράξει
καὶ στέγασαι καὶ
θυρῶσαι ἐκ τῶν
85 ἰδίων καὶ το̣ῖν(?)
[ἐ]πιθυ[ρίοι?]ν μὴ κω̣-
θ̣ε̣σ̣․․․ καὶ παρα̣δ[ώ]-
σει τοῖς ἐπὶ τὰ
ἱερὰ πάντα γερὰ καὶ
90 στεγνὰ καὶ τεθυ-
ρωμένα· μισθω-
τὴς Πρωτέας Ἀ-
πολλωνίδου Μιλή-
σιος τὸν ἐνιαυτὸν
95 ἕκαστον Η𐅄Δ·
ἐγγυ. Δράκων
Δράκοντος Φλυε-
ύς. vacat
Search Help
Contact Us