[ ]
Delos — end 3rd c. BC
| 1 | ὁ ἱερεὺς Ἀπολλώνιος ἀνέγραψεν κατὰ |
| πρόσταγμα τοῦ θεοῦ· ὁ γὰρ πάππος ἡμῶν | |
| Ἀπολλώνιος, ὢν Αἰγύπτιος ἐκ τῶν ἱερέων, | |
| τὸν θεὸν ἔχων παρεγένετο ἐξ Αἰγύπτου | |
| 5 | θεραπεύων τε διετέλει καθῶς πάτριον ἦν |
| ζῶσαί τε δοκεῖ ἔτη ἐνενήκοντα καὶ ἑπτά. | |
| διαδεξαμένου δὲ τοῦ πατρός μου Δημη- | |
| τρίου ἀκολούθως τε θεραπεύοντος τοὺς θ̣ε[ο]ύς, | |
| διὰ δὲ τὴν εὐσέβειαν ἐστεφανώθη ὑπὸ | |
| 10 | τοῦ θεοῦ εἰκόνι χαλκεῖ ἣ ἀνάκειται ἐν τῶι ναῶι |
| τοῦ θεοῦ· ἔτη δὲ ἐβίωσεν ἑξήκοντα καὶ ἕν. | |
| παραλαβόντος δέ μου τὰ ἱερὰ καὶ προσκαθη- | |
| μένου ταῖς θεραπείαις ἐπιμελῶς, ὁ θεός μοι ἐχρη- | |
| μάτισεν κατὰ τὸν ὕπνον ὅτι Σαραπιεῖον δεῖ | |
| 15 | αὐτῶι ἀναδειχθῆναι ἴδιον καὶ μὴ εἶναι ἐν μισ- |
| θωτοῖς καθὼς πρότερον, εὑρήσειν τε τόπον | |
| αὐτὸς οὗ δεῖ ἑδρασθῆναι σημανεῖν τε τὸν | |
| τόπον. ὃ καὶ ἐγένετο. ὁ γὰρ τόπος οὗτος ἦν | |
| κόπρου μεστὸς ὃς προεγέγραπτο πω- | |
| 20 | λούμενος ἐν βιβλιδίωι ἐν τεῖ διόδωι τῆς |
| ἀγορᾶς· τοῦ δὲ θεοῦ βουλομένου συνετελέ- | |
| σθη ἡ ὠνὴ κατεσσκευάσθη τε τὸ ἱρὸν συντόμως | |
| ἐν μησὶν ἕξ. ἀνθρώπων δέ τινων ἐπισυνστάντων | |
| ἡμῖν τε καὶ τῶι θεῶι καὶ ἐπενενκάντων κρίσιν κατὰ τοῦ ἱεροῦ | |
| 25 | καὶ ἐμοῦ δημοσίαν, τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἐπην- |
| γείλατο δ’ ἐμοὶ ὁ θεὸς κατὰ τὸν ὕπνον ὅτι νικήσομεν. | |
| τοῦ δ’ ἀγῶνος συντελεσθέντος καὶ νικησάντων ἡμῶν | |
| ἀξίως τοῦ θεοῦ, ἐπαινοῦμεν τοὺς θεοὺς ἀξίαν χάριν ἀποδιδόντες. | |
| γράφει δὲ καὶ Μαιΐστας ὑπὲρ τοῦ ἱεροῦ εἰς τὴν ὑπόθεσιν ταύτην. | |
| 30 | μυρία καὶ θαμβητὰ σέθεν, πολύαινε Σάραπι, |
| ἔργα, τὰ μὲν θείας ἀνὰ τύρσιας Αἰγύπτοιο | |
| ηὔδηται, τὰ δὲ πᾶσαν ἀν’ Ἑλλάδα, σεῖο θ’ ὁμεύνου | |
| Ἴσιδος· ἐσθλοῖσιν δὲ σαώτορες αἰὲν ἕπεσθε | |
| ἀνδράσιν οἳ κατὰ πάντα νόωι ὅσια φρονέουσιν. | |
| 35 | καὶ γάρ τ’ ἀμφιάλει Δήλωι ἀρίσημα τέλεσσας |
| τἀπολλωνίου ἱρὰ καὶ εἰς μέγαν ἤγαγες αἶνον. | |
| αὐτὸς δ’ οἱ δηναιὰ πατὴρ ἐκόμισσεν ἀπ’ αὐτῆς | |
| Μέμφιδος, ὁππότε νηῒ πολυζύγωι ἤλυθεν ἄστυ | |
| Φοίβου, ἔνδον εἱῶι δ’ ἀέκων ἵδρυσε μελάθρωι | |
| 40 | καί σε φίλως θυέ<ε>σσιν ἀρέσσατο. τὸμ μὲν ἄρ’ αἰὼν |
| γηραιὸν κατέπεφνε, λίπεν δ’ ἐν σεῖο τεράμνωι | |
| υἷα θυηπολέεν Δημήτριον, ὧι ἐπίπανχυ | |
| γήθησαν θέραπες. τοῦ μὲγ κλύες εὐξαμένοιο, | |
| εἰκῶ χαλκεΐην νειῶι θέμεν εὖ δὲ τέλεσσαι, | |
| 45 | ἔννυχος Ἀντιπάτροιο καθυπνώοντι φαανθεὶς |
| δεμνίωι ἤνωγες τέλεσαι χρέος. ἀλλ’ ὅτε καὶ τὸν | |
| γηραλέον λίπε μοῖρα, πάϊς γε μὲν ἐσθλὰ διδαχθεὶς | |
| ἐκ πατρὸς μεγάλως σέβεν ἱερά, πᾶν δὲ κατ’ ἦμαρ | |
| σὰς ἀρετὰς ἤειδεν, ἀεὶ δ’ ἐλλίσετο νειὸν | |
| 50 | ὅππηι σοι δείμειεν ἀριφραδέως κατάλεξαι |
| ἔννυχος ὑπνώοντι, διηνεκὲς ὄφρα κε μίμνοις | |
| σηκῶι ἐνιδρυθεὶς μηδ’ ἄλλυδις ἀλλοδαπῶι ἐν | |
| οὔδει ἐνιχρίμπτοιο. σὺ δ’ ἔφρασας ἀκλέα χῶρον | |
| ὄντα πάρος καὶ ἄσημον, ἀεὶ πεπληθότα λύθρωι | |
| 55 | παντο̣ίωι μετὰ πολλὸν ἔτι χρόνον· ἐννύχιος γὰρ |
| εὐνῆι ἐπιπρομολὼν λέγες· ἔγρεο· βαῖνε δὲ μέσσα | |
| παστάδος ἀμφὶ θύρεθρα καὶ εἴσιδε γράμμα τυπωθὲν | |
| τυτθῆς ἐκ βύβλοιο τό σε φρονέοντα διδάξει | |
| ὅππηι μοι τέμενος τεύχηις καὶ ἐπικλέα νειόν. | |
| 60 | αὐτὰρ ὃ θαμβήσας ἀναέγρετο, βὰς δὲ μάλ’ ὠκὺς |
| ἀσπ[α]σίως ἴδε γράμμα καὶ ὤπασεν ἀργυραμοιβὸν | |
| τιμὴν οὗ κτέαρ ἔσκε, σέθεν θ’ ἅμα βουλομένοιο | |
| ῥηιδίως καὶ νειὸς ἀέξετο καὶ θυόεντες | |
| βωμοὶ καὶ τέμενος, τετέλεστο δὲ πάντα μελάθρωι | |
| 65 | ἕδρανά τε κλισμοί τε θεοκλήτους ἐπὶ δαῖτας. |
| καὶ τότε δή ῥα κακοῖσι κακὸς φθόνος ἔνβαλε λύσσαν | |
| ἀνδράσιν οἵ ῥα δίκηι ἀνεμωλίωι ἐκλήισσαν | |
| δοιὼ σὸν θεράποντα, κακὸν δ’ ἐπὶ θεσμὸν ἔτευχον | |
| ἢ τί χρὴ παθέειν ἢ ἐκ τίνα τῖσαι ἀμοιβὴν | |
| 70 | θωῆς ἐνγράψαντα κακῶι θ’ ὑπὸ δείματι πᾶσαν |
| ἠῶ τε {ιν} νύκτας τε περὶ κραδίην ἐλέλιζεν | |
| τάρβος θειοπόλοιο. σὲ δὲ σταλάων ἅμα δάκρυ | |
| λίσσετ’ ἀλεξῆσαι μηδ’ ἀκλέα τεῦξαι ἀμοιβὴν | |
| σῶι ἱκέτει, θανάτου δὲ κακὰς ἀπὸ κῆρας ἐρῦξαι. | |
| 75 | οὐδὲ σύ, παμνήστοισιν ἐφεσπόμενος πραπίδεσσι, |
| λήσαο τοῦ, νύχιος δὲ μολὼν ἐπὶ δέμνια φωτὸς | |
| ηὔδησας· μέθες ἄλγος ἀπὸ φρενός· οὔ σέ τις ἀνδρὸς | |
| ψῆφος ἀϊστώσει, ἐπεὶ εἰς [ἐ]μὲ τείνεται αὐτὸν | |
| ἥδε δίκη, τὴν οὔτις ἐμεῦ περιώσιον ἄλλος | |
| 80 | ἀνὴρ αὐδήσει· σὺ δὲ μηκέτι δάμναο θυμόν. |
| ἀλλ’ ὁπότε χρόνος ἷξε δικασπόλος, ἔγρετο ναοῖς | |
| πᾶσα πόλις καὶ πάντα πολυμμιγέω<ν> ἅμα φῦλα | |
| ξείνων ὄφρα δίκης θεομήτιδος εἰσαΐοιεν. | |
| ἔνθα {σα} σὺ κεῖνο πέλωρον ἐν ἀνδράσι θάνβος ἔτευξας | |
| 85 | σή τε ἄλοχος· φῶτας γὰρ ἀλιτρο<νό>ους ἐπέδησας |
| οἵ ῥα δίκην̣ πόρσυνον, ἐνὶ γναθμοῖς ὑπανύσσας | |
| γλῶσσαν ἀναύδητον τῆς οὔτ’ ὄπιν ἔκλεεν οὐθεὶς | |
| οὔτε γ<ρ>άμμα δίκης ἐπιτάρροθον· ἀλλ’ ἄρα θείως | |
| στεῦντο θεοπληγέσσιν ἐοικότας εἰδώλοισιν | |
| 90 | ἔμμεναι ἢ λάεσσιν· ἅπας δ’ ἄρα λαὸς ἐκείνωι |
| σὴν ἀρετὴν θάμβησεν ἐν ἤματι κ̣α<ὶ> μέγα κῦδος | |
| σῶι τεῦξας θεράποντι θεόδμητον κατὰ Δῆλον. | |
| χαῖρε, μάκαρ, καὶ σεῖο συνάορος οἵ τ’ ἐνὶ νειῶι | |
| ἡμετέρωι γεγάασι θεοί, πολύυμνε Σάραπι. |