IG XI,4 1112
[ ] Delos — 187-175 BC
1 Ἡλιόδωρον Αἰσχύλου τὸν σύ̣[ντροφον βα]σιλέως
Σελεύκου, τεταγμένον δὲ κα[ὶ ἐπὶ τῶ]ν πρ[α]γμάτων,
καὶ τὴν συγγένειαν αὐτο[ῦ]
Ἀρτεμίδωρος Ἡρακλείδου τῶν τ[οῦ βα]σ̣ιλέω̣[ς φ]ίλων
5 ἀρετῆς μ̣ὲν ἕνε[κεν] καὶ δικα[ιο]σ̣ύνης ἧς̣ ἔχων
διατελεῖ εἴς τε τὸν βασιλέα καὶ τὰ π[ρά]γματα,
φιλίας δὲ καὶ εὐεργεσίας τῆς εἰς [α]ὑτὸν
              Ἀπόλλωνι.
Search Help
Contact Us