[ ] Delos — mid-3rd c. BC
See also:
1 ὦ μάκαρ ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς
   καὶ πλάστηισιν ἄναξ εὐπαλάμοισι μέλεις·
οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις,
   οἱ δὲ χερῶν τέχνας δεικνύμενοι σφετέρων,
5 ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μείξας
   ἤλασας οἰκείων πολλὸν ὕπερθεν ὅρων·
ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα
   Σωσικράτης Δήλωι θῆκεν ἐν ἀμφιρύτηι
μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς
10   Ἥφαιστος τέχνην τῶν γε ὀνόσαιτ’ ἐσιδών.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server