| 1 | ὦ μάκαρ ὦ Φιλέταιρε, σὺ καὶ θείοισιν ἀοιδοῖς |
| καὶ πλάστηισιν ἄναξ εὐπαλάμοισι μέλεις· | |
| οἳ τὸ σὸν ἐξενέπουσι μέγα κράτος, οἱ μὲν ἐν ὕμνοις, | |
| οἱ δὲ χερῶν τέχνας δεικνύμενοι σφετέρων, | |
| 5 | ὥς ποτε δυσπολέμοις Γαλάταις θοὸν Ἄρεα μείξας |
| ἤλασας οἰκείων πολλὸν ὕπερθεν ὅρων· | |
| ὧν ἕνεκεν τάδε σοι Νικηράτου ἔκκριτα ἔργα | |
| Σωσικράτης Δήλωι θῆκεν ἐν ἀμφιρύτηι | |
| μνῆμα καὶ ἐσσομένοισιν ἀοίδιμον· οὐδέ κεν αὐτὸς | |
| 10 | Ἥφαιστος τέχνην τῶν γε ὀνόσαιτ’ ἐσιδών. |
IG XI,4
1105