[ ] Delos — ca. 230-220 — Syll(3) 493a
                 in corona laurea (1-4):
1                     ὁ δῆμος
                    ὁ Ἱστιαέων
                   Ἀθηνόδωρον
                    Πεισαγόρου.
5 οἱ ἄρχοντες εἶπαν προβουλεῦσαι τὴν βουλὴν εἰς
τὸν δῆμον· ἐπειδὴ Ἀθηνόδωρος Πεισαγόρου Ῥόδιος
εὔνους ὢν διατελεῖ τῶι δήμωι καὶ χρείας παρέχεται
ἰδίαι τε τῶν πολιτῶν ἀεὶ τῶι δεομένωι καὶ κοινῆι τῆι πό-
λει, καὶ τοῖς ἀποσταλεῖσι σιτώναις [ὑ]πὸ τῆς πόλεως
10 εἰς Δῆλον συνεπραγματεύθη πάντα προθύμως καὶ ἀρ-
γύριον ἄτοκον προεισήνεικεν, καὶ [π]αραίτιος ἐγένετο τοῦ
τὴν ταχίστην σιτωνήσαντας ἀπολυθῆναι, ἐπὶ πρόσθε
ποιούμενος τὸ πρὸς τὴμ πόλιν εὐχάριστον τοῦ ἰδίου λυ-
σιτελοῦς· ὅπως οὖν εἰδῶσι πάντες ὅτι ὁ δῆμος ὁ τῶν Ἱσ-
15 τιαιέων ἐπίσταται τιμᾶν τοὺς εὐεργετοῦντας αὑτόν,
καὶ πλείους ἀγωνισταὶ γίνωνται ὑπὲρ τῶν συμφερόντων
τῆι πόλει ὁρῶντες τοὺς ἀξίους τιμ[ω]μένους· ἀγαθῆι τύ-
χηι· δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι Ἀθηνόδωρον Πεισαγόρου
Ῥόδιον ἐπὶ τῆι πρὸς τὴν πόλιν [ε][ν]οίαι καὶ στεφανῶσαι θαλ-
20 λοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν
δῆμον τὸν Ἱστιαιέων· ἀναγορεῦσαι δὲ τὸν στέφανον ἐν
τῆι πομπῆι τῶν Ἀντιγονείων, ἐπιμεληθῆναι δὲ τῆς ἀναγο-
ρεύσεως τὸν ἀγωνοθέτην· δοῦναι δὲ καὶ πολιτείαν αὐτῶι
καὶ ἐκγόνοις κατὰ τὸν νόμον καὶ πρόσοδον πρὸς τὴμ βουλὴν
25 [κ]αὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ τὸ ψήφισμα
[ε]ἰς στήλην λιθίνην καὶ ἀναθεῖναι παρά τε ἡμῖν εἰς τὸ ἱερὸν
[τ]οῦ Διονύσου καὶ ἐν Δήλωι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ[λ]ωνος,
τόπον αἰτησαμένους τὸ κοινὸν Δηλίων· τὸ δὲ ἀνάλω-
[μ]α τὸ γενόμενον εἰς τὴν ἀναγραφὴν [δ]οῦν[α]ι τὸν τα-
30 μίαν τὸν προστατεύοντα.
Search Help
Contact Us