[ ] Delos — 240-230? BC
See also:
1 ἡ πόλις Θεσσαλονικέων Δηλίων τῆι βουλῆι καὶ
τῶι δήμωι χαίρειν· παραγενομένου Βούλωνος
τοῦ παρ’ ὑμῶν ἀποσταλέντος πρεσβευτοῦ καὶ τά
τε ψηφίσματα ἀποδόντος δι’ ὧν ἐτετιμήκειτε
5 Ἄδμητον Βόκρου καὶ παρελθόντος εἰς τὴν ἐκκλησί-
αν καὶ διαλεγέντος ἀκολούθως τοῖς ἐψηφισμένοις
ταῦτά τε προθ̣ύμω̣ς προσεδεξάμεθα καὶ τοῦ ψηφίσμα-
[τ]ος καθ’ ὃ συνεκεχωρήκειμεν τὰ πα̣ρ̣’ ὑμῶν ἀξιώ[μα]-
[τ]α, πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον ὅπως εἰδῆτε·
10 Σωσίπατρος ὁ ὑπεπιστάτης καὶ οἱ ἁ[ρμ]ο̣σταὶ Μένα̣ν̣-
δρος, Νικόδημος, Φιλόδημος, Ἱππίας, [Π]ά̣υ̣σων εἶπαν· ἐ-
πειδὴ Βούλων ὁ παρὰ τοῦ δήμου τοῦ Δηλίων ἀποστα-
λεὶς πρεσβευτὴς πρὸς τὴν πόλιν τά τε ψηφίσματα
ἀπέδωκεν καθ’ ἃ βουληθεὶς ὁ δῆμος ἀποδοῦναι χά-
15 ριν Ἀδμήτωι τῶι Βόκρου τῶν εἰς αὑτὸν εὐεργεσιῶν
ἕνεκεν ἐσστεφάνωκεν αὐτὸν δάφνης στεφάνωι
τῶι τοῦ θεοῦ καὶ δυσὶ χαλκαῖς εἰκόσιν ὧν τὴν μὲν
μίαν ἐψηφίσατο στήσειν παρ’ αὐτοῖς ἐν τῶι τεμένε[ι]
παρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Πολιέως, τὴν δὲ ἑτέραν ἐν
20 Θεσσαλονίκει καὶ τήν τε ἀναγραφὴν τοῦ στεφάνου
καὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος ὅπως συντελεσθῶσιν κα-
θάπερ ἐγεγράφει διὰ τοῦ ψηφίσματος, ἠξίου τὴν ἡμετέ-
ραν πόλιν οἰκείως ἔχουσαν πρὸς αὐτὸν δοῦναι τόπον ὡς
βέλτιστον καὶ τοῖς δεδογμένοις ἀκολούθως διαλεγέν-
25 τος καὶ τοῦ Βούλωνος· δεδόχθαι τῆι β̣ουλεῖ· τόν τε δ̣ῆ̣μον
ἐπαινέσαι τὸν Δηλίων ὅτι καὶ Θεσσαλονικεῦσιν τοῖς Ἀ-
δμήτου πολίταις εὐχαρίστησεν [στεφανώσας] αὐτὸν
τῶν εἰρημένων εὐεργεσιῶν ἕνε[κεν] ἄξιον ὄντα τῶν
ἐψηφισμένων τιμῶν καὶ δοῦναι τὸν ἐπὶ τοὺς ἀγῶ̣ν̣[α]ς τῆι
30 μὲν ἀναγραφῆι τοῦ στεφάνου καὶ παρα․․․․․ΤΩΝΙΣ?
τηρων, τῆι δ’ ἀναθέσει τῆς εἰκόνος ὃν ἂν [τόπον] δό[ξηι] τοῖς
βουλευταῖς.
Search Help