[ ]
Delos — ca. 280 BC
| 1 | —ΕΜΟ— — —ΟΛΙ— |
| —ΤΑΤΟΥ— —ΝΩΤ— | |
| [τ]ά τε ἄλλα [μετ’ εὐ]νοία[ς — — — — — — —] | |
| τοῖς νησιώταις ὅσα πρὸς ΕΝΕΑ— | |
| 5 | καὶ Βακχώι̣ν̣τ̣α̣ Β̣οιω̣τ̣ὸ̣ν̣ (?) τήν τε εὔνοιαν [ἣν δια]- |
| τελεῖ ἔχων Σώστρατος πρὸς τοὺς νησιώτας | |
| καὶ ὅτι χρείας παρέχεται τοῖς ἀφικνουμένοις | |
| [π]ρὸς τὸν βασιλέα μετὰ πάσης προθυμίας καὶ | |
| [λέγων] καὶ πράσσων ὅ τι ἂν δύνηται ἀγαθὸν ὑ- | |
| 10 | πὲρ τῶν [νησιω]τῶν· δεδόχθαι τοῖς συνέδροις· ἐ- |
| παινέσαι μὲ[ν Σώ]στρατον Δεξιφάνους Κνίδιον | |
| ἀρετῆς ἕνεκα [καὶ εὐν]οίας ἧς ἔχων διατελεῖ | |
| ἐμ παντὶ καιρῶι εἰς [τὸν β]ασιλέα Πτολεμαῖον | |
| καὶ τοὺς νησιώτας καὶ σ[τεφα]νῶσαι αὐτὸν χρυ- | |
| 15 | σῶι στεφάνωι ἀπὸ δραχμ[ῶν ἀλ]εξανδρείων |
| τρισχιλίων καὶ ἀνακηρῦξαι τὸν [σ]τέφανον [τοῖς] | |
| πρώτοις Πτολεμαιείοις ἐν Δήλωι· δ[εδό]σθα[ι δὲ] | |
| αὐτῶι πολιτείαν ἐν πάσαις ταῖς ν[ήσοις ὅσαι] | |
| μετέχουσιν τοῦ συνεδρίου αὐτῶι [καὶ ἐκγόνοις] | |
| 20 | καὶ ἀτέλειαν ἁπάντων ὧν ἂν εἰσάγω[σιν καὶ ἐξά]- |
| γωσιν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν καὶ πρό- | |
| σοδον πρὸς βουλὴν καὶ δῆμον εἰάν του δέωνται | |
| πρώτοις μετὰ τὰ ἱερά· ὅπως δὲ καὶ τῶν ἱερῶν ὧν θύ- | |
| ουσιν οἱ νησιῶται ἐν Δήλωι τοῖς τε ἄλλοις θεοῖς καὶ | |
| 25 | Σωτῆρι Πτολεμαίωι καὶ βασιλεῖ Πτολεμαίωι ἀποσ- |
| τέλληται καθ’ ἑκάστην πανήγυριν ἐπὶ τὴν Σωσ- | |
| τράτου ἑστίαν γέρας εἰς Κνίδον αὐτῶι καὶ ἐκγό- | |
| νοις καθάπερ ἀδελφοῖς, ἐπιμελεῖσθαι τοὺς ἀεὶ γι- | |
| νομένους ἐπιμελητὰς τῆς θυσίας· τὸ δὲ ψήφισμα | |
| 30 | τόδε ἀναγράψαι εἰ[ς σ]τήλην λιθίνην καὶ ἀναθεῖ- |
| ναι τοὺς συνέδρους εἰ[ς] τὸ ἐν Δήλωι ἱερόν· κατὰ | |
| ταῦτα δὲ ψ[η]φισάσθωσαν αἱ μετέχουσαι τῶν πό- | |
| λεων τοῦ συνεδρίου καὶ ἀναγραψάτωσαν εἰς | |
| στήλας λιθίνας τὸ δόγμα τόδε καὶ ἀναθέτω- | |
| 35 | σαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ ἄλλαι τιμαὶ παρ’ ἑ- |
| κάστοις τῶν νησιωτῶν εἰσιν ἀναγεγραμ- | |
| μέναι. |