[ ] Delos — beg. 2nd c. BC
1 [— — — — — τοῖς ἐντυγχά]-
[ν]ουσιν [αὐτῶι τῶν πολιτῶν]
[εἰ]ς ἃ ἄν τι[ς αὐτὸν παρακα]-
[λῆι] σπουδῆς [καὶ φιλοτιμίας]
5 οὐδὲν ἐλλείπ[ων· περὶ δὴ]
[τ]ούτων δεδόχθα[ι τῆι βου]-
[λῆι] καὶ τῶι δήμωι· εἶ[ναι ․․․]
․․․ι̣ον Ἀντιόχου Ἀντιοέα]
τῆς ἀπὸ Κ[ύ]δνου πρόξενον
10 καὶ εὐεργέτην τοῦ τε ἱεροῦ
καὶ τοῦ δήμου τοῦ Δηλίων
καὶ αὐτὸν καὶ ἐκγόνους, καὶ
εἶναι αὐτοῖς γῆς καὶ οἰκία[ς]
ἔνκτησιν καὶ πρόσοδον πρὸ[ς]
15 τὴν βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ-
χειν δὲ αὐτοῖς καὶ τἄλλα
πάντα ὅσα δέδοται καὶ τοῖς
ἄλλοις προξένοις τοῦ τε
20 ἱεροῦ καὶ Δηλίων· ἀναγράψα[ι]
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν
[βου]λὴ[ν εἰς τὸ β]ουλευτήρι-
[ον, τοὺς δὲ ἱεροποι]οὺς εἰς
[στήλην λιθίνην καὶ] στῆσαι
25 [εἰς τὸ ἱερόν — — — — —].
Search Help
Contact Us