[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμῳ· |
| Θεόδωρος Σωσιβίου εἶπεν· ἐπει- | |
| δὴ Στησαγόρας Τιμοκράτου | |
| Καρπασεώτης ἀνὴρ ἀγαθὸς ὢν̣ | |
| 5 | διατελεῖ περί τε τὸ ἱερ̣ὸν καὶ τὸν̣ |
| δῆμον τὸν Δηλ<ί>ων καὶ χρείας | |
| παρεχόμενος κοινεῖ τεῖ πόλε[ι] | |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
| αὐτῶι τῶν πολ[ιτ]ῶν εἰς ὃ ἄν τις | |
| 10 | αὐτὸν παρακαλ̣εῖ, σπουδῆς καὶ |
| φιλοτιμίας οὐθὲν ἐνλείπων· ἵνα | |
| οὖν καὶ ὁ δ<ῆ>μος εὐχάριστος ὢν | |
| φαίν<η>ται καὶ τιμῶν τοὺς ἀγα- | |
| θοὺς ἄνδρας περί τε τὸ ἱερὸν κα[ὶ] | |
| 15 | τὸν δῆμον· δεδόχθαι τεῖ βουλεῖ |
| καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
| Στησαγόραν Τιμοκράτου ἐπὶ τῆ[ι] | |
| [αἱ]ρ̣έσει ᾗ ἔχει περὶ τὸ ἱερὸν καὶ | |
| [τὸν δῆμον τὸν Δ]ηλίων· εἶναι δὲ | |
| 20 | [αὐτὸν πρόξενον κα]ὶ εὐε[ρ]- |
| [γέτην — — — — — — — — — —]. |