[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τη- |
| λέμνηστος Ἀριστείδου εἶπεν· ἐ- | |
| [π]ειδὴ Χαιρέας Λυσανίου Μακεδὼν ἀνὴρ | |
| ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν | |
| 5 | καὶ τὸν δῆμον <τὸν> Δηλίων καὶ χρείας |
| παρέχεται καὶ κοινεῖ καὶ ἰδίαι τοῖς | |
| [ἐ]ντυγχάν[ουσ]ιν αὐτῶι τῶν πολι- | |
| τῶν· περὶ δὴ τούτων δεδόχθαι τεῖ | |
| βουλεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε | |
| 10 | αὐτὸν καὶ στεφανῶσαι τῶι ἱερῶι |
| στεφάνωι τοῖς Ἀπολλωνίοις ἐν τῶι | |
| θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων ἀ- | |
| γωνίζωνται, καὶ ὁ ἱεροκῆρυξ ἀναγο- | |
| [ρ]ευσάτω τόδε τὸ κήρυγμα· στε- | |
| 15 | φανοῖ ὁ δῆμος ὁ Δηλίων Χαιρέαν Λ[υ]- |
| σανίου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ | |
| εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
| εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν | |
| Δηλίων· Ἀριστόβουλος Εὐρυμαχί- | |
| 20 | δου ἐπεψήφισεν. |