[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | [ἔδοξεν τ]εῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ- |
[μνησ]τος Ἀριστείδου εἶπεν· στεφα- | |
[νῶσ]αι τὸν πρόξενον Ἀνδροκλῆν Τιμομέ- | |
νου Πολυρρήνιον δάφνης στεφάνωι | |
5 | τ̣ῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή- |
ρ̣υκα ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνί- | |
οις, ὅταν οἱ ἱεροὶ χοροὶ τῶν παίδων ἀ- | |
γωνίζωνται, τόδε τὸ κήρυγμα· στεφα- | |
νοῖ ὁ δῆμος ὁ Δηλίων Ἀνδροκλῆν Τιμο- | |
10 | μένου Πολυρρήνιον τὸν πρόξενον δά- |
φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνε- | |
κεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
Διοφάνης Φιλοκλέους ἐπεψήφισεν. |