[ ] Delos — beg. 2nd c. BC
1 [— τὸν δῆμον τὸ]ν Δ[ηλίων καὶ χρείας παρέ]-
[χεται καὶ κοινε]ῖ τεῖ πόλε[ι καὶ ἰδίαι τοῖς]
[ἐντυγχάνουσιν] αὐτῶι τῶν π[ολιτῶν εἰς]
[ὃ ἄν τις αὐτὸν π]αρακαλῆι σπο[υδῆς καὶ φιλο]-
5 [τιμίας οὐδὲν ἀπ]ο̣λείπων· ὅπως οὖν καὶ ὁ δ[ῆ]-
[μος εὐχάριστος] ὢ̣ν φαίνηται καὶ τιμῶν το[ὺς]
[ἀγαθοὺς ἄνδρας· δ]εδόχθαι τεῖ βουλεῖ καὶ τῶ[ι]
[δήμωι· ἐπαινέσ]αι Θέωνα Μενίσκου Βυ-
[ζάντιον ἐπὶ τεῖ] προαιρέσει ἣν ἔχων δ[ια]-
10 [τελεῖ περί τε τὸ ἱερὸ]ν̣ καὶ τὸν δῆμον τὸ[ν]
[Δηλίων καὶ εἶναι αὐτὸν π]ρόξενον καὶ εὐ-
[εργέτην τοῦ τε ἱεροῦ κα]Δηλίων καὶ αὐ-
[τὸν καὶ ἐκγόνους καὶ εἶν]αι αὐτοῖς ἐν Δ[ή]-
[λωι γῆς καὶ οἰκίας ἔγκτη]σιν καὶ προεδρία[ν]
15 [ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς] Δήλιοι συντελ[οῦ]-
[σιν καὶ πρόσοδον πρὸς τ]ὴν βουλὴν καὶ [τὸν]
[δῆμον πρώτοις μετὰ τὰ ἱ]ερά· ὑπάρχειν [δὲ]
[αὐτοῖς καὶ τὰ ἄλλα πάντα] ὅσα δ[έδοται]
[καὶ τοῖς ἄλλοις προξένοις] καὶ εὐεργέ[ταις]
20 [τοῦ ἱεροῦ καὶ Δηλίω]ν· ἀναγράψαι [δὲ τό]-
[δε τὸ ψήφισμα τὴν μὲ]ν βουλὴν εἰ[ς τὸ]
[βουλευτήριον, τοὺς δὲ ἱε]ροποιοὺς εἰ[ς στή]-
[λην λιθίνην καὶ στῆσαι εἰς τ]ὸ ἱερόν· vacat
[— — — — — — — — — — — — — — ἐπ]εψήφισεν.
Search Help
Contact Us