IG XI,4 776
[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῇ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ-
μνηστος Ἀριστείδου εἶπεν·
ἐπειδὴ Ἰάσων Θεογείτονος
Ἀράδιος ἀνὴρ ἀγαθὸς ὢν δια-
5 τελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν
δῆμον τὸν Δηλίων καὶ περὶ
πλείστου ποιούμενος τῆς
πρὸς τοὺς θεοὺς εὐσεβείας
καὶ αὑτὸν εὔχρηστον ἐμ παν-
10 τὶ καιρῶι παρασκευάζων κοι-
νεῖ τε τεῖ πόλει καὶ ἰδίαι τοῖ[ς]
ἐντυγχάνουσιν αὐτῶι τῶν
πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν π[α]-
[ρ]ακαλεῖ καὶ τοῖς ἀφικνουμ[έ]-
15 [νο]ις τῶν πολιτῶν συνεργε[ῖ]
[μετὰ] πάσης προθυμίας ἐν οἷ[ς]
[ἂν τυγχά]νωσι χρείαν ἔχον[τες]
[καὶ λέγων καὶ] πράσσων διατ[ελεῖ]
[ἀγαθὸν περὶ τοῦ ἱερ]οῦ καὶ το[ῦ δή]-
20 [μου τοῦ Δηλίων· περὶ δ]ὴ τ[ούτων ․․․]
Search Help
Contact Us