[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ-
μνηστος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δη-
μήτριος Ἀπολλωνίου Περγαμηνὸς ἀνὴρ ἀγα-
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
5 τὸν Δηλίων καὶ περὶ πλείστου ποιούμενος
τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ <ἑ>αυτὸν ε[ὔ]-
χρηστον ἐν παντὶ καιρῶι παρασκευάζει κο[ι]-
νεῖ τε τεῖ πόλει καὶ καθ’ ἰδίαν ἑκάστωι τῶν ἐν-
τυνχανόντων πολιτῶν [εἰς] ἃ ἄν τις αὐτὸν
10 παρακαλεῖ καὶ τοῖς ἀφικ[νουμ]ένοις τῶν πολι-
τῶν πρὸς τὸν βασιλέα συνεργεῖ μετὰ πάσης πρ[ο]-
θυμίας ἐν <ο>ἷς ἂν χρ<εί>αν ἔχοντες τυνχάνωσιν
καὶ πράτ<τ>ει διὰ παντὸς παρὰ τῶι βασιλεῖ τὰ συ[μ]-
φέροντα περί τε τοῦ ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δη-
15 λίων· περὶ δὴ τούτων ἀγαθεῖ τύχει· δεδό-
χθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι πρόξενο[ν]
καὶ εὐεργέτην Δημήτριον Ἀπολλωνίου Περ-
γαμηνὸν καὶ τοὺς ἐγγόνους καὶ εἶναι αὐ-
τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησιν κα[ὶ]
20 προεδρίαν ἐν τοῖς ἀγῶσιν <ο>ἷς ὁ δῆμος συν-
τελεῖ καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸ[ν]
δῆμον πρώτ<ο>ις μετὰ τὰ ἱερά· ὑπάρ-
χειν δὲ Δημητρίωι καὶ τ<ο>ῖς ἐγγόνοις
αὐτοῦ καὶ τὰ ἄλλα πάντα ὅσα δέδοτα[ι]
25 καὶ τ<ο>ῖς ἄλλ<ο>ις προξέν<ο>ις καὶ εὐερ-
γέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψα[ι]
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς
τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱ-
[ε]ρόν· Στησίλεως Πραξιμένου ἐπεψήφι-
30 [σ]ε.
Search Help