IG XI,4 764
[ ] Delos — beg. 2nd c. BC
          corona laurea
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ-
μνηστος Ἀριστείδου εἶπεν· στεφανῶ-
σαι Μαντινέα Σατύρου Τήνιον τὸν
πρόξενον δάφνης στεφάνωι τῶι ἱε-
5 ρῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα
ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅτα[ν]
οἱ χοροὶ τῶν παίδων ἀγωνίζωνται, τό-
δε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη-
λίων Μαντινέα Σατύρου Τήνιον δά-
10 φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνεκεν
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοί-
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων·
Ἵππων Ἀντιφάνου ἐπεψήφισεν.
Search Help
Contact Us