[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· [Τηλέ]- |
μνηστος Ἀριστείδου εἶπεν· στεφα[νῶ]- | |
σαι Ἀναξίδικον Διονυσίου Ῥόδιον τὸ[ν] | |
[π]ρόξενον δάφνης στεφάνωι τῶι ἱ[ερῶι] | |
5 | καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν [τῶι] |
[θ]εάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ χορ[οὶ] | |
[τ]ῶν παίδων [ἀ]γωνίζ[ω]νται, τόδε τὸ κήρ[υ]- | |
γμα· στεφανοῖ [ὁ] δ[ῆμο]ς ὁ Δηλίων Ἀναξί- | |
δικον Διονυσίου Ῥ[όδ]ιον τὸν πρόξενον δ[ά]- | |
10 | φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνεκεν |
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοί- | |
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
Μενεκράτης Διαίτου ἐπεψήφισεν. |