IG XI,4 749
[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Πρόξενος Ῥάδιος εἶπεν· ἐπειδὴ Χαρμαντί-
δας Μικάλου Μήλιος πρόξενος ὢν τοῦ
τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν
5 καὶ ἐπιμέλειαν ποιεῖται τοῦ τε ἱεροῦ καὶ
Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δά-
φνης στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι
τὸν ἱεροκήρυκα ἐν τῶι [θ]εάτρωι, ὅταν οἱ τῶν
10 παίδων χοροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυ-
γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Χαρμαντίδαν
Μικάλου Μήλιον δάφνης στεφάνωι ἀρετῆς
ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν
καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων·
15 Δωριεὺς Δω[ρ]ιέως ἐπεψήφισεν.
Search Help
Contact Us