— — — — — — — — — — — — — — — | |
1 | [δεδόχθα]ι τεῖ βουλεῖ καὶ [τῶι δή]- |
[μωι· εἶν]αι Βασιλείδην Δ̣[ι]ον̣[υ]- | |
[σίου? Σι]δ̣ώνιον πρόξενον καὶ [εὐ]- | |
[εργέτη]ν τοῦ τε ἱεροῦ καὶ τοῦ [δή]- | |
5 | [μου το]ῦ Δηλίων καὶ αὐτὸν κ[αὶ] |
[ἐκγόν]ους· δεδόσθαι δὲ αὐτοῖ[ς] | |
[ἐν Δή]λωι γῆς καὶ οἰκίας ἔγκ[τη]- | |
[σιν κα]ὶ πρόσοδον πρὸς τὴν βου- | |
[λὴν κα]ὶ τὸν δῆμον πρώτοις [με]- | |
10 | [τὰ τὰ ἱ]ερά· ὑπάρχειν δὲ αὐτοῖ[ς] |
[καὶ τἄ]λλα ὅσα δέδοται καὶ τοῖ[ς] | |
[ἄλλοι]ς προξένοις καὶ εὐε[ργέ]- | |
[ταις τ]οῦ τε ἱεροῦ καὶ Δηλίω[ν· ἀ]- | |
[ναγρά]ψαι δὲ τόδε τὸ ψήφι[σ]μ[α] | |
15 | [τὴν μὲν] βουλὴν εἰς [τὸ] βουλευ[τή]- |
[ριον, το]ὺς δὲ ἱεροποιοὺς εἰς στή- | |
[λην λιθί]νην καὶ στῆσαι εἰς τὸ ἱ[ε]- | |
[ρόν· Κυν]θιάδης Κυνθιάδου ἐπ[ε]- | |
[ψήφισεν]. |
IG XI,4
746