IG XI,4 711
[ ] Delos — end 3rd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· Ἀντίλακος Σιμίδου εἶπεν·
[ἐ]πειδὴ Πράξων Ἀριστωνύμ[ου]
[Ῥ]όδιος ἀνὴρ ἀγαθὸς ὢν διατε-
5 λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆ-
μον τὸν Δηλίων καὶ χρείας παρέ-
χεται καὶ κοινεῖ τεῖ πόλει καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσιν αὐτῶι
τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν
10 παρακαλεῖ, ἀπροφασίστως τὴν
πᾶσαν σπουδὴν καὶ ἐπιμέλει-
αν ποιούμενος· περὶ δὴ τούτων
[δε]δόχθαι τεῖ βου<λ>εῖ καὶ τῶι δήμ[ωι]·
[ἐπαινέσαι? Πρά]ξωνα Ἀριστ[ωνύ]-
15 [μου Ῥόδιον — — — — — — —].
Search Help
Contact Us