[ ]
Delos — end 3rd c. BC
1 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]· |
Ἀριστείδης Τηλεμνήστου εἶπ[εν]· | |
ἐπειδὴ Ἡρόδωρος ὁ πρόξενος τοῦ τε | |
ἱεροῦ καὶ Δηλίων χ[ρ]είας παρέχεται | |
5 | καὶ κοινεῖ καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι- |
ν αὐτῶι τῶμ πολιτῶν· δεδόχθαι τῆι βου- | |
λεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε Ἡρόδωρον | |
Διοδώρου Χαλκιδέα καὶ στεφανῶσαι | |
αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνης | |
10 | στεφάνωι ἱερῶι· ἀναγορεῦσαι δὲ |
τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν | |
οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται, | |
τόδε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆ- | |
μος ὁ Δηλίων Ἡρ[ό]δωρον Διοδ[ώρου] | |
15 | Χαλκιδέα δάφνης σ[τεφά]νωι |
ἀρετῆς ἕνεκεν [καὶ] εὐσεβείας τῆς | |
περὶ τὸ ἱερὸν κα[ὶ εὐ]νοίας τῆς εἰς τὸν | |
δῆμον τὸ[ν Δηλίων· ἀ]ναγράψαι δὲ τόδε τὸ | |
[ψή]φι<σ>μα [τὴν μὲν βο]υλὴν εἰς τὸ βουλευ- | |
20 | [τή]ριον, το[ὺς δὲ ἱερ]οποιοὺς εἰς τὸ ἱερὸν |
εἰς τὴν σ[τήλην ἐ]ν ἧι καὶ ἡ προξενία | |
αὐτοῦ γέ[γραπται· Κ]ριτίας Λυκομήδου | |
ἐπεψήφισεν. |