[ ] Delos — end 3rd c. BC
1 [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]·
Ἀριστείδης Τηλεμνήστου εἶπ[εν]·
ἐπειδὴ Ἡρόδωρος ὁ πρόξενος τοῦ τε
ἱεροῦ καὶ Δηλίων χ[ρ]είας παρέχεται
5 καὶ κοινεῖ καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι-
ν αὐτῶι τῶμ πολιτῶν· δεδόχθαι τῆι βου-
λεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε Ἡρόδωρον
Διοδώρου Χαλκιδέα καὶ στεφανῶσαι
αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνης
10 στεφάνωι ἱερῶι· ἀναγορεῦσαι δὲ
τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν
οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται,
τόδε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆ-
μος ὁ Δηλίων Ἡρ[ό]δωρον Διοδ[ώρου]
15 Χαλκιδέα δάφνης σ[τεφά]νωι
ἀρετῆς ἕνεκεν [καὶ] εὐσεβείας τῆς
περὶ τὸ ἱερὸν κα[ὶ εὐ]νοίας τῆς εἰς τὸν
δῆμον τὸΔηλίων· ἀ]ναγράψαι δὲ τόδε τὸ
[ψή]φι<σ>μα [τὴν μὲν βο]υλὴν εἰς τὸ βουλευ-
20 [τή]ριον, το[ὺς δὲ ἱερ]οποιοὺς εἰς τὸ ἱερὸν
εἰς τὴν σ[τήλην ἐ]ν ἧι καὶ ἡ προξενία
αὐτοῦ γέ[γραπται· Κ]ριτίας Λυκομήδου
ἐπεψήφισεν.
Search Help
Contact Us