[ ]
Delos — end 3rd c. BC
| 1 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]· |
| Ἀριστείδης Τηλεμνήστου εἶπ[εν]· | |
| ἐπειδὴ Ἡρόδωρος ὁ πρόξενος τοῦ τε | |
| ἱεροῦ καὶ Δηλίων χ[ρ]είας παρέχεται | |
| 5 | καὶ κοινεῖ καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι- |
| ν αὐτῶι τῶμ πολιτῶν· δεδόχθαι τῆι βου- | |
| λεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε Ἡρόδωρον | |
| Διοδώρου Χαλκιδέα καὶ στεφανῶσαι | |
| αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνης | |
| 10 | στεφάνωι ἱερῶι· ἀναγορεῦσαι δὲ |
| τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν | |
| οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται, | |
| τόδε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆ- | |
| μος ὁ Δηλίων Ἡρ[ό]δωρον Διοδ[ώρου] | |
| 15 | Χαλκιδέα δάφνης σ[τεφά]νωι |
| ἀρετῆς ἕνεκεν [καὶ] εὐσεβείας τῆς | |
| περὶ τὸ ἱερὸν κα[ὶ εὐ]νοίας τῆς εἰς τὸν | |
| δῆμον τὸ[ν Δηλίων· ἀ]ναγράψαι δὲ τόδε τὸ | |
| [ψή]φι<σ>μα [τὴν μὲν βο]υλὴν εἰς τὸ βουλευ- | |
| 20 | [τή]ριον, το[ὺς δὲ ἱερ]οποιοὺς εἰς τὸ ἱερὸν |
| εἰς τὴν σ[τήλην ἐ]ν ἧι καὶ ἡ προξενία | |
| αὐτοῦ γέ[γραπται· Κ]ριτίας Λυκομήδου | |
| ἐπεψήφισεν. |