[ ] Delos — end 3rd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Θεοτέλης Φωκαέως εἶπεν· ἐπειδὴ
Πολύμνηστος Θίβρωνος Νάξιος
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε
5 τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων
χρείας παρεχόμενος ἐν παντὶ
καιρῶι τοῖς ἐντυγχάνουσιν αὐτῶι
Δηλίων καὶ κοινεῖ καὶ ἰδίαι· δεδόχθαι
τεῖ βουλεῖ καὶ τῶι δήμωι· εἶναι Πολύ-
10 μνηστον Θίβρωνος Νάξιον πρόξενον
καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλί-
ων καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶ-
ναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ προεδρίαν ἐν τοῖς ἀ-
15 γῶσιν καὶ πρόσοδον πρὸς τὴν βου-
λὴν καὶ τὸν δῆμον πρώτοις μετὰ
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ
ἄλλα πάντα [ὅσα] δ[έ]δοται [καὶ τοῖς]
ἄλλοις προξένοις καὶ εὐεργέταις
20 τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς
δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν· Ἀντί-
γονος Δημόνου ἐπεψήφισεν.
Search Help
Contact Us