[ ]
Delos — end 3rd c. BC
| — — — — — — — — — — — — — — — — | |
| 1 | [καὶ πρόσοδον πρὸς] τὴμ βουλὴν καὶ |
| [τὸν δῆμον πρ]ώτοις μετὰ τὰ ἱερά· | |
| [ὑπάρχειν δὲ] αὐτοῖς καὶ τἄλλα | |
| [πάντα ὅσα] δέδοται ὑπὸ τοῦ δήμου | |
| 5 | [τοῦ Δη]λίων τοῖς προξένοις καὶ εὐερ- |
| [γ]έταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· | |
| [σ]τεφανῶσαι δὲ αὐτὸν ἐν τῶι θεά- | |
| τρωι Ἀπολλωνίων τῶι ἀγῶνι, ὅταν | |
| οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται, | |
| 10 | δάφνης στεφάνωι τῶι ἱερῶι, καὶ ὁ ἱεροκῆ- |
| ρυξ ἀναγορευσάτω τόδε τὸ κήρυγμ[α]· | |
| στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Κλεόμβρο- | |
| τον Λεωνίδου Ῥόδιον δάφνης στεφά- | |
| νωι ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας | |
| 15 | τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς |
| τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ | |
| τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου- | |
| λευτήριον, τοὺς δὲ ἱεροποιοὺς | |
| εἰς τὸ ἱερόν· vac.? Α․Λ̣․Ν̣ΩΝ Ἐμ̣πέδο̣υ̣ | |
| 20 | [ἐπεψήφισεν]. |