[ ] Delos — end 3rd c. BC
— — — — — — — — — — — — — — — —
1 [ε]ἶπε[ν· ἐπειδὴ Λέων Λέοντος]
Μασσαλιώτης [πρόξενος ὢν]
καὶ εὐεργέτης [τοῦ τε ἱεροῦ]
καὶ Δηλίων τὴν πᾶσ[αν σπουδὴν]
5 ποιεῖται ἐν παντὶ [καιρῶι περὶ]
τῶν συμφερόντων [τῶι τε ἱερῶι]
καὶ τῶι δήμωι καὶ χρεία[ς παρέ]-
χεται καὶ κοινεῖ τῆι πό[λει καὶ]
[ἰδίαι εἰς ἃ] ἄν τις αὐτὸν πα[ρακα]-
10 [λ]εῖ τῶν πολιτῶν· δεδόχθ[αι τεῖ]
βουλεῖ καὶ τῶι δήμωι· στεφ[ανῶ]-
σαι αὐτὸν δάφνης στεφάν[ωι]
καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυ[κα]
ἐν τῶι θεάτρωι τοῖς Ἀπολλων[ί]-
15 οις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀγω-
νίζωνται, ὅτι στεφαν[ο]ῖ ὁ δῆμος
Δηλίων Λέοντα Λέοντος Μασ-
σαλιώτην δάφ<ν>ης στεφάνοι ἀρε-
τῆς ἕνεκε καὶ εὐσεβείας τῆς
20 περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς
τὸν δῆμον τὸν Δηλίων· ἀναγράψα[ι]
δὲ τόδε τὸ ψήφισμα εἰς τὴν στ[ή]-
λην οὗ καὶ ἡ προξενία αὐτοῦ ἀνα[γέ]-
γραπται· Ἑρμαγόρας Ἑρμοκρέ[ον]-
25 τος ἐπεψήφισεν.
Search Help
Contact Us