IG XI,4 682
[ ] Delos — ca. 230 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ-
μνηστος Ἀριστείδου εἶπεν· ἐπειδ[ὴ]
Αὐτοκλῆς Αὐτοκλέους Χαλκιδεὺς π[ρό]-
ξενος ὢν καὶ εὐεργέτης τοῦ τε ἱεροῦ
5 καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν ποιεῖ-
ται ἐμ παντὶ καιρῶι περὶ τῶν συμφερόν-
των τῶι τε ἱερῶι καὶ τῶι δήμωι καὶ χρείας
παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι εἰς
[ἃ] ἄν τις αὐτὸν παρακαλῆι τῶν πολιτῶν· δε-
10 δόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶ-
σαι αὐτὸν δάφνης στεφάνωι καὶ ἀναγο-
ρεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι τοῖς
Ἀπολλωνίοις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀ-
γωνίζωνται, ὅτι στεφανοῖ ὁ δῆμος ὁ Δηλί-
15 ων Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα δά-
φνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ-
σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς
εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ [τό]-
δε τὸ ψήφισμα εἰς τὴν στήλην οὗ καὶ ἡ [προ]-
20 ξενία αὐτοῦ γέγραπται· Ἰσόδικος
Κα(λ)λιφάνου     ἐπεψήφισεν.
Search Help
Contact Us