[ ]
Delos — mid-3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Ἐλπίνης Τελεσαρχίδου εἶπεν· | |
| ἐπειδὴ Ἀλεξικράτης ἀνὴρ ἀγαθός | |
| ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν πόλιν | |
| 5 | τὴν Δηλίων καὶ κοινῆι τε τοῦ δήμου |
| πολλὴν ἐπιμέλειαν ποιούμενος | |
| διατελεῖ μετὰ πάσης εὐνοίας | |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
| [αὐ]τῶι Δηλίων χ[ρ]είας [π]αρέχε[ται] | |
| 10 | [εἰς ὅ τι] ἂν παρ[αγγ]έλλωσιν· δεδόχθαι |
| [τῶι δήμωι· τ]ύχηι ἀγαθῆι· εἶναι | |
| [πρ]όξενον τῆς πόλεως τῆς Δηλίων | |
| καὶ τοῦ ἱεροῦ Ἀλεξικράτην Ἀγλουχόρου | |
| Ῥόδιον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
| 15 | εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν |
| πάντων καὶ προεδρίαν καὶ γῆς κ[αὶ] | |
| οἰκίας ἔγκτησιν καὶ πρόσοδ[ον] | |
| [π]ρὸς τὴμ βουλὴν καὶ τὸν δῆ[μον] | |
| πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ [ἄλλα] | |
| 20 | ὅσαπερ καὶ τοῖς ἄλλοις προξέν[οις καὶ] |
| [εὐεργέται]ς τοῦ ἱεροῦ καὶ Δη[λίων] | |
| [δέδοται· ἀναγ]ράψαι δὲ τόδ[ε τὸ ψή]- | |
| [φισμα τὴμ μὲν βο]υλὴ[ν εἰς τὸ βου]- | |
| [λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς] | |
| 25 | [τὸ ἱερόν]. |