[ ]
Delos — 240-230 BC
| 1 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμ[ωι]· |
| [Ἀ]ρχέπολις Λυσιξένου εἶπεν· ἐ[πει]- | |
| [δ]ὴ Κάλλων Ἡρακλείδου Καλχηδό[νι]- | |
| ος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε | |
| 5 | τὸ ἱερὸν καὶ Δηλίους καὶ λέγων ἀγαθ[ὸν] |
| ὅ τι ἂν δύνηται καὶ πράττων περί τε το[ῦ] | |
| [ἱ]εροῦ καὶ Δηλίων, καὶ κοινῆι τοῖς ἐν- | |
| [τ]υγχάνουσιν Δηλίων καὶ ἰδίαι χρεί[ας] | |
| [δι]ατελεῖ παρεχόμενος οὗ ἄν τις [αὐ]- | |
| 10 | [τὸν] παρακαλεῖ· [περὶ] δὴ τούτ[ων δεδό]- |
| [χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· — — —]. |