[ ] Delos — 241-232 BC
1 [— — — — — — τὸν δῆμον]
[τὸν Δηλί]ων· δεδόχ[θαι τῆι]
βουλῆι καὶ τῶι δήμωι· εἶναι Βοῦ-
ζον Ὀρτείρα Κανυσῖνον πρόξε-
5 νον καὶ εὐεργέτην τοῦ τε ἱε-
ροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων
καὶ αὐτὸν καὶ ἐκγόνους, καὶ εἶνα[ι]
αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ προεδρίαν ἐν τοῖς
10 [ἀ]γῶσιν, καὶ πρόσοδον πρὸς τὴν
[βο]υλὴν καὶ τὸν δῆμον πρώτοις
[μ]ετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς
[κα]ὶ τὰ ἄλλα ὅσα δέδοται τοῖς
[προξένοις καὶ εὐεργέταις — —].
Search Help
Contact Us