[ ] Delos — mid-3rd c. BC
1 [ἔδ]οξε[ν τῆι βουλῆι καὶ τῶι]
δήμωι· Τλ̣[— — — Παρ]-
μενίωνος εἶ[πεν· ἐπειδὴ Ὀρσί]-
μαχος ἀνὴρ ἀγαθ[ὸς ὢν]
5 διατελεῖ περί τε τὸ [ἱερὸν]
τὸ ἐν Δήλωι καὶ τὸν δῆ[μον]
τὸν Δηλίων· δεδόχθ[αι τῶι]
δήμωι· εἶναι Ὀρσίμαχ[ον]
Δάμωνος Ταναγρ[αῖον]
10 πρόξενον καὶ εὐεργέ[την]
τοῦ τε ἱεροῦ καὶ Δηλίω[ν· καὶ]
εἶναι αὐτῶι καὶ ἐγγό[νοις]
ἀτέλειαν καὶ προεδρί[αν καὶ]
[γ]ῆς καὶ οἰκίας ἔνκτη[σιν]
15 [κα]ὶ πρόσοδον πρὸς τ[ὴν βου]-
λὴν καὶ τὸν δῆμον πρ[ώτοις]
με[τὰ] τὰ ἱερά· ὑπάρχε[ιν δὲ]
αὐτ[οῖς] καὶ τὰ ἄλλα [πάντα ὅσα]
[καὶ τοῖς ἄλλοις — — — — —].
Search Help
Contact Us