IG XI,4 639
[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τέλλις
Ἀριστοπάππου εἶπεν· ἐπειδὴ Κερκίδας
ἀνὴρ ἀγαθός ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν
πόλιν τὴν Δηλίων καὶ ποιῶν ὅ τι δύναται
5 γαθὸν διατελεῖ τὸν δῆμον τὸν Δηλίων
καὶ τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν
χρείαμ παρεχόμενος διατελεῖ φιλοτίμως
εἰς ὃ ἂν αὐτὸμ παρακαλῶσιν· δεδόχθαι τῶι δή-
μωι· εἶναι πρόξενον καὶ εὐεργέτην Κερκίδαν
10 Νικοφάντου Σερίφιον καὶ αὐτὸν καὶ ἐγγόνους
καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας γκτη-
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· [ἀνα]-
15 γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ
μὲν [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς [δὲ]
[ἱ]ερ[οποιοὺ]ς εἰς τὸ ἱερόν.
Search Help
Contact Us