[ ]
Delos — 306-230 BC
1 | συμ— — — — — — — — — |
λοι οἱ παρα[γενόμενοι? τῶν πο]- | |
λιτῶν ἀναγγέ[λλουσιν ὅτι Δί]- | |
καιος τεταγμένο[ς ὑπὸ τὸν] | |
5 | βασιλέα Πτολεμαῖον [ἀνὴρ ἀ]- |
γαθός ἐστι περί τε τὸ ἱερὸν κ[αὶ] | |
τὴμ πόλιν τὴν Δηλίων καὶ χρ[εί]- | |
ας διατελεῖ παρεχόμενος Δη- | |
λίων τοῖς ἐντυγχάνουσιν [αὐτῶι] | |
10 | καὶ κοινῆι καὶ ἰδίαι· δεδόχθαι τῶι |
δήμωι· ἐπαινέσαι μὲν Δίκαιον | |
Διοκλέους Κυρηναῖον ἀρετῆς ἕ- | |
νεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱ- | |
ερὸν καὶ εὐνοίας τῆς εἰς τὸν [δῆ]- | |
15 | μον τ<ὸ>ν Δηλίων· εἶναι δὲ κ[αὶ αὐ]- |
τὸν πρόξενον καὶ εὐεργέ[την] | |
τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ[τὸν] | |
καὶ ἐκγόνους· εἶναι δὲ αὐ[τοῖς ἀ]- | |
τέλειαν ἐν Δήλωι καὶ [πολιτεί]- | |
20 | αν καὶ γῆς καὶ οἰκ[ίας] ἔγκτη[σιν] |
καὶ πρόσοδον πρὸς τὴμ βουλὴν | |
καὶ τὸν δῆμον πρώτοις μετὰ | |
τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀ- | |
γῶσι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ | |
25 | τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ- |
ξένοις καὶ εὐεργέταις δέδοται· ἀνα- | |
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲμ βου- | |
λὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ | |
ἱεροποιοὺς εἰς τὸ ἱερόν. |