[ ]
Delos — ca. 300-250 BC
1 | [θε]ο[ί]. |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- | |
μωι· Πυρρίδης Μηλίκου εἶπεν· | |
ἐπειδὴ Διονύσιος χρείας πα- | |
5 | ρεχόμενος διατελεῖ τοῖς |
ἐντυγχάνουσιν αὐτῶι Δη- | |
λίων καὶ σῖτον ἀπέδοτο τῆ[ι] | |
πόλει πυρῶν μεδίμνους | |
πεντακοσίους τιμῆς ἧς ὁ δῆ- | |
10 | μος αὐτὸν ἠξίωσεν· δεδόχθ- |
αι τῶι δήμωι· εἶναι Διονύσιον | |
[Ἱε]ρω̣ν̣ύμου Βυζάντιον πρόξε- | |
νον καὶ εὐεργέτην τοῦ τε ἱε- | |
ροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
15 | [ἐκγόν]ους καὶ εἶναι αὐτοῖς [ἐν Δή]- |
[λωι ἰ]σοτέλειαν καὶ γῆς καὶ οἰκία- | |
[ς ἔγκτησι]ν καὶ πρόσοδον πρὸ[ς] | |
τὴν βουλὴν καὶ τὸν δῆμον πρώ- | |
τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα | |
20 | πάντα ὅσα ὑπάρχει τοῖς ἄλλο- |
[ις] προξένοις καὶ εὐεργέταις τοῦ | |
τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
βουλὴν εἰς τὸ βουλευτήριον, | |
25 | [τ]οὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |