[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δ[ή]- |
| μωι· Ἀγάθαρχος Εὐέλθοντο[ς] | |
| [ε]ἶπεν· ἐπειδὴ Ὀνασιγένης | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε- | |
| 5 | ρί τε τὸ ἱερὸν καὶ Δηλίους καὶ |
| [χρείας] παρέχεται καὶ κοινεῖ | |
| [τεῖ πόλει] καὶ ἰδίαι τοῦς ἐντυγ- | |
| χάνουσιν, αὐτῶι τῶν πολι- | |
| [τῶν εἰς ἃ ἄν τις αὐτὸν] παρα- | |
| 10 | καλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ |
| [τῶι δήμωι· εἶν]αι Ὀνασιγένην | |
| [— — — — — — — — — πρ]όξενον | |
| [καὶ εὐεργέτην] τοῦ τε ἱεροῦ | |
| καὶ Δηλίων καὶ αὐτὸγ καὶ ἐκγό- | |
| 15 | νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι |
| γῆς καὶ οἰκίας ἔγκτησιν καὶ πρό- | |
| σοδον πρὸς τὴν βουλὴν | |
| {ηι} καὶ τὸν δῆμον πρῶτοις με- | |
| τὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
| 20 | καὶ τὰ ἄλλα ὅσα δεδ[ο]- |
| ται καὶ τοῖς [ἄλλοις προξένοις] | |
| καὶ εὐεργ[έταις — — — — — —]. |