IG XI,4 597
[ ] Delos — beg. 3rd c. BC
1 [— — — — — — — — — — — — — μετὰ]
[πάση]ς εὐνο[ίας καὶ ἰδίαι τοῖς ἐν]-
τυγχάνουσιν αὐτῶι Δηλίων
χρείαν παρέχεται καθ’ ὅ τι ἂν
5 παραγγέλλωσιν· ἀγαθῆι τύχηι·
δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· Κλέανδρον Θεμιστίου
Χῖον πρόξενον εἶναι καὶ εὐ-
[ε]ργέτην τοῦ ἱεροῦ καὶ τῆς
10 [π]όλεως τῆς Δηλίων καὶ αὐτὸν
[κ]αὶ ἐγγόνους καὶ ὑπάρχειν
[α]ὐτοῖς ἀτέλειαν ἐν Δήλωι
[πά]ντων καὶ προεδρίαν ἐν τοῖς
[ἀγ]ῶσιν καὶ γῆς καὶ οἰκίας ἔνκτησιν
15 [καὶ] πρόσοδον πρὸς τὴν βουλὴν
[καὶ] τὸν δῆμον πρῶτον μετὰ τὰ ἱερά·
[τὸ] δὲ ψήφισμα ἀναγράψαι
[τὴν] βουλὴν εἰς τὸ βουλευ-
[τήρι]ον, τοὺς δὲ ἱεροποιοὺς
20 [εἰς τὸ ἱερόν].
Search Help
Contact Us