[ ] Delos — ca. 300-250 BC
1 [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Εὐμήδης εἶπεν· ἐπειδὴ Φαῖνις
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ
τὸ ἱερὸν καὶ τὴν πόλιν τὴν Δηλί-
5 ω̣ν καὶ τιμᾶι τὸ ἱερὸν τὸ ἐν Δήλωι
καὶ ποιῶν εὖ διατελεῖ Δηλίους·
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· πρόξενον εἶναι τῆς πόλεως
τῆς Δηλίων Φαῖνιν Πεισιστράτου
10 Νισύριον καὶ αὐτὸν καὶ ἐκγόνους
καὶ εἶναι αὐτοῖς ἀτέλειαν ἐν Δή-
λωι πάντων καὶ γῆς καὶ οἰκίας ἔγ-
κτησιν καὶ προεδρίαν καὶ πρόσοδον
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον
15 πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα
πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις· ἐπιμελεῖσ-
θαι δ’ αὐτοῦ τὴμ βουλὴν τὴν ἀεὶ
βουλεύουσαν καθ’ ὅ τι ἂν παραγγέλ-
20 λει· ἀναγράψαι δὲ τὸ ψήφισμα τὴμ
μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς
δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help