IG XI,4 594
[ ] Delos — beg. 3rd c. BC
1 [— — — — — — ἐπειδὴ Ἡ]-
ραῖος Ζώιου Μυτιληναῖος ἀνὴ[ρ]
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν
τὸ ἐν Δήλωι καὶ Δηλίους· δεδό-
5 χθαι τῶι δήμωι· πρόξενον εἶναι
Δηλίων Ἡραῖον Ζώιου Μυτιλη-
ναῖον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ
εἶναι αὐτῶι ἀτέλειαν ἐν Δήλωι
πάντων καὶ προεδρίαν καὶ γῆς καὶ
10 οἰκίας ἔγκτησιν καὶ πρόσοδον
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλ[α]
ὅσα [το]ῖς ἄλλοις προξένοις καὶ [εὐ]-
[εργέταις — — — — — — — — —].
Search Help
Contact Us