[ ] Delos — ca. 300-250 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ
τῶι δήμωι· Λυσίστρατος εἶπε̣<ν>·
ἐπειδὴ Διοφάνης ἀνὴρ
ἀγαθὸς ὢν διατελεῖ πε-
5 ρὶ Δηλίους· δεδόχθαι τῶι
[δήμωι]· Διοφάνην Καλλι-
[— —c.8— — Ἀθ]ηναῖον πρό-
ξενον εἶναι Δ[ηλίων καὶ]
αὐτὸγ καὶ ἐκγόνους, κ[αὶ]
10 εἶναι αὐτοῖς ἀτέλειαν
ἐν Δήλωι πάντων καὶ γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ
πρόσοδον πρὸς τὴμ βου-
λὴγ καὶ τὸν δῆμον πρώ-
15 τοις μετὰ τὰ ἱερὰ καὶ τὰ
ἄλλα ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις
τοῦ ἱεροῦ δέδοται παρὰ
[Δηλ]ων· ἀναγράψαι δὲ τόδε
20 [τὸ ψήφισμ]α τὴν βουλὴν εἰς
[τὸ βουλευτή]ριον, τοὺς [δ]
[ἱεροποιοὺς εἰς τὸ ἱερόν].
Search Help
Contact Us