[ ]
Delos — ca. 260 BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Ἱερόμβροτος Εὐδήμου εἶπεν· ἐπειδὴ | |
| Ἀντιφάνης ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
| 5 | λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον |
| τὸν Δηλίων καὶ κοινῆι ὅ τι ἂν δύ- | |
| νηται ἀγαθὸν Δηλίους διατελεῖ ποιῶν | |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν πρὸς | |
| [α]ὐτὸν χρείαν παρέχεται, οὐδένα καιρὸν | |
| 10 | ἐλλιπὼν φιλοτιμίας· δεδόχθαι τῆι βου- |
| [λ]ῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
| Ἀντιφάνη Σωτηρίδου Σάμιον ἀρετῆς | |
| ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατε- | |
| λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
| 15 | Δηλίων καὶ εἶναι αὐτὸμ πρόξενον |
| καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη- | |
| λίων καὶ ὑπάρχειν αὐτῶι ἐν Δήλωι | |
| ἀτέλειαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν | |
| [κ]αὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν | |
| 20 | οἷς Δήλιοι τιθέασιν καὶ πρόσοδον |
| πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
| τὸν Δηλίων πρώτωι μετὰ τὰ ἱ<ε>ρά· | |
| ὑπάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
| ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| 25 | εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί- |
| ων δέδοται· ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὴμ μὲμ βουλὴν | |
| εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱερο- | |
| ποιοὺς εἰς στήλην λιθίνην | |
| 30 | καὶ στῆσαι ἐν τῶι ἱερῶι. |