[ ]
Delos — end 4th/beg. 3rd c. BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ | |
| Μελάνθιος Ἡροδώρου ἀνὴρ ἀγαθός ἐστι | |
| περὶ τὸν δῆμον τὸν Δηλίων καὶ πράσσε[ι] | |
| 5 | ἀγαθὸν ὅ τι δύναται καὶ κοινῆι καὶ ἰδίαι κα[ὶ] |
| νῦν καὶ ἐν τῶι ἔμπροσθε χρόνωι· Μελάν- | |
| θιον Ἡροδώρου Ἰκάριον ἐξ Οἴνης πρόξενο[ν] | |
| εἶναι Δηλίων καὶ αὐτὸν καὶ ἐγγόνους κα[ὶ] | |
| εἶναι αὐτοῖς ἀτέλειαν πάντων καὶ προε- | |
| 10 | δρίαν καὶ πρόσοδον πρὸς τὴν βουλὴν πρώ- |
| τοις μετὰ τὰ ἱερὰ καὶ γῆς ἔγκτησιν καὶ οἰ- | |
| κίας καὶ τὰ ἄλλα πάντα ὅσαπερ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐεργέται<ς> τῆς π[ό]- | |
| λεως· ἀναγράψαι δὲ τὸ ψήφισμα το[ὺς ἱε]- | |
| 15 | ροποιοὺς εἰς στήλην λιθίνην καὶ [στῆσαι] |
| εἰς τὸ ἱερόν. |