[ ] Delos — beg. 3rd c. BC
1 [— — — — — — — — Πο]λυρ[ρηνί]ο[υ].
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τιμησίδ]ημος Ἀντικράτου[ς]
[εἶπεν· ἐπειδὴ — — — — ἀνὴρ ἀγαθὸς ὢν δια]τελεῖ περί τε τὸ
[ἱερὸν καὶ Δηλίους καὶ κοινῆι καὶ ἰδίαι χ]ρείας παρεχόμε-
5 [νος τοῖς ἐντυγχάνουσιν αὐτῶι Δηλίω]ν· δεδόχθαι
[τῶι δήμωι· εἶναι — — — — — — —] Πολυρρήνιον
[πρόξενον καὶ εὐεργέτην τοῦ τε ἱερ]οῦ καὶ τῆς πόλεως
[τῆς Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνου]ς· εἶναι <δὲ αὐ>τοῖς
[ἐν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ π]ροεδρίαν ἐν π[ᾶ]-
10 [σι τοῖς ἀγῶσιν οἷς Δήλιοι συντελοῦ]σιν καὶ πρόσοδον
[πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον] πρώτοις μετὰ
[τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ] τἄλλα πάντα ὅσα-
[περ δέδοται καὶ τοῖς ἄλλοις προξένοις] καὶ εὐεργέταις
[τοῦ τε ἱεροῦ καὶ τοῦ δήμ]ου τοῦ Δηλίων·
15 [ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τ]ὴν μὲν βουλὴν
[εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱερο]ποιοὺς εἰς τὸ
[ἱερόν].                                vac.
— — — — — — — — — — — — — — — — — — — — — —ιω
Search Help
Contact Us