[ ]
Delos — beg. 3rd c. BC
1 | [θ]εοί. |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Θεό- | |
δοτος Αἰχμοκρίτου εἶπεν· ἐπειδὴ | |
Διόφαντος Διονυσίου Ἰασεὺς | |
5 | ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸ ἱερὸν |
καὶ τὴν πόλιν τὴν Δηλίων· δεδό- | |
χθαι τῶι δήμωι· πρόξενον εἶναι | |
τῆς πόλεως τῆς Δηλίων Διόφαν- | |
τον Διονυσίου Ἰασέα καὶ αὐτὸν | |
10 | καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς |
[ἐ]ν Δήλωι ἀτέλειαν καὶ προεδρία[ν] | |
[κ]αὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τ[ὰ] | |
ἄλλα πάντα ὅσαπερ τοῖς ἄλλ[οις] | |
προξένοις καὶ εὐεργέτ[αις τῆς] | |
15 | πόλεως τῆς [Δηλίων — — — —]. |