[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Νίκων Δη[μό]- |
νου εἶπεν· ἐπειδὴ Ἑλλάνικος Τηλαύγου[ς] | |
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸ[ν] | |
καὶ τὸν δῆμον τὸν Δηλίων καὶ ποεῖ ἀγαθὸ[ν] | |
5 | ὅ τι δύναται καὶ κοινῆι τὸν δῆμον καὶ ἰδίαι |
τοῖς ἐντυγχάνουσιν αὐτῶι Δηλίων χρείας | |
παρέχεται καθ’ ὅ τι ἂν αὐτὸν παρακαλῶσιν· | |
δεδόχθαι τῶι δήμωι εἶναι Ἑλλάνικον Τηλαύ- | |
γους Ἀβυδηνὸν πρόξενον καὶ εὐεργέτην τοῦ | |
10 | ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους κ[αὶ] |
εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων καὶ π[ρο]- | |
εδρίαν ἐν τοῖς ἀγῶσιν καὶ γῆς καὶ οἰκίας ἔγκτη[σιν] | |
[καὶ] πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμο[ν πρώ]- | |
[τοις μετὰ τὰ ἱερά· ὑ]πάρ[χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλ[α ὅσα] | |
15 | [καὶ τοῖς ἄλλοις προξένοις] τοῦ τε ἱεροῦ [καὶ τοῦ] |
[δήμου τοῦ Δηλίων — — — — — — — — — —]. |